Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἄλλοτε μέν τ’ ἐχίων:· νῦν μὲν τοὺς ὀφιοδήκτους, νῦν δὲ τοὺς σκορπιοδήκτους, ἄλλοτε τοὺς ὑπὸ φαλαγγίων δηχθέντας θεραπεύσειας.
τριπλόον: ἤγουν τριπλοῦν βάρος ἐνθρύπτων ὀδελοῦ ἐν οἴνῳ, τουτέστι τριώβολον, τρεῖς ὀβολούς. ὁ δὲ νοῦς ἅπας ἐστὶν οὑτος, ἐλαίας φύλλα καὶ σελίνου ῥίζας καὶ ἀννήσου διπλάσιον τὸ βάρος ἔχον τὰς εἰρημένας ῥίζας πάσας, καὶ ἐχίων, λέγω, καὶ ἠρύγγου καὶ ἀκάνθου καὶ σελίνου λαβὼν τρῖψον καὶ ἐν ἀγγείῳ μίξας ἔχε εἰς βοήθειαν ὄφεων δήγματος ἢ εἰς τύμμα σκορπίου ἢ ῥωγὸς πληγμόν· ἄλλ’ ὁπότε ἐξ αὐτοῦ διδόναι ἐθέλοις τινί, ὀδελοῦ βάρος καὶ μόνον σταθμήσας βάλλε εἰς οἶνον καὶ οὕτω δίδοθι.
χαμαίλεον: δύο εἴδη εἰσὶ χαμαιλέου, ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὃν ποικίλον τινές φασι διὰ τὸ μέλαν, ὡς Κρατεύας. μνημονεύει δὲ καὶ ἀμφοτέρων Θεόφραστος (hist. plant. VIIII 12, 1 sq.).
ζοφοείδελος δέ, ὅτι ξοφοειδής ἐστι κατὰ τὴν ὄψιν.
ἤικται δέ, ἤγουν ὅμοιός ἐστι σκολύμῳ, ὅ ἐστιν εἶδος φυτοῦ, οὗ καὶ Ἡσίοδος μέμνηται (Ο. et D. 582)
ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ.τροχέην δὲ χαίτην, τὴν περιφερῆ· ἔστι γὰρ τὰ φύλλα τοῦ χαμαιλέου τοιαῦτα, ὅμοια ὀριγάνῳ. τὴν δὲ τοιαύτην σκιάδειον καλοῦσι.
σκαιοῖς δὲ σκιεροῖς, ἀνηλίοις, κοίλοις, σκιὰν ἀποτελοῦσι.
πε πεδόεσσα μολοβρή: ἤτοι καμαιπετής, χαμηλή· διὸ καὶ μολοβρὴν εἶπεν. μολοβρὴ δὲ οἱονεὶ μολιβοειδής, ἢ μόλις αὐξανομένη, ἢ ταπεινὴ ἀπὸ μεταφορᾶς τῶν ταπεινῶν τῶν ἐπὶ τὴν βορὰν μολούντων.
ἀπὸ φάρσος: καὶ γὰρ τὸ φάρσος κλωνάριόν ἐστιν· ἢ τὸ ἐκτὸς τῆς ῥίζης φλοιῶδες, ἢ μερίδα.