Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
παραὶ Γύγαό τε: ἤτοι Γύγου τοῦ βασιλέως σῆμα, ὥς φησιν Ἱππῶναξ ἐν τῷ πρώτῳ τῶν [Λυδίας] ἰάμβων· ἢ τὴν Γυγαίαν λίμνην λέγει ἀπὸ Γύγου τοῦ ἑκατογχείρου. Γυγαία γὰρ λίμνη Λυδίας. ὁ δὲ Τμῶλος ὄρος Λυδίας καὶ Μυσίας.
καὶ Παρθένιον λέπας ἀκρωτήριον τῆς Λυδίας οὕτω καλούμενον.
Κίλβις ὄρος Λυδίας ἢ τόπος ἢ ποταμός, ἔνθα πολλοὶ ἵπποι νέμονται.
ἄεργοι: οἱ μὴ ἕλκοντες ἅρματα. ἀργοὶ δὲ ἵπποι ἐκεῖ πρῶτον ἐτράφησαν. πρῶτον γὰρ καὶ αὐτοὶ ἠροτρίων.
χιλεύουσι δὲ ἤγουν τρέφονται ἐσθίοντες ἢ καὶ ἐσθίουσιν.
ἔνθα δύω ἐχίεια; ἤγουν δύο εἴδη ἐχίου. οὕτω δὲ ὠνόμασται διὰ τὴν ἐξ αὐτῶν ὠφέλειαν. τοὺς γὰρ ὑπὸ ἔχεως δηχθέντας θεραπεύει. ὅτι δὲ δύο εἴδη μαρτυρεῖ καὶ Νουμήνιος ἐν τῷ Θηριακῷ καί φησι τὸ ἕτερον ὠφελεῖν. Ἄλλως. δύο εἴδη βοτανῶν εἰσιν, ὡν τὸ ἕτερον τοὺς ὑπὸ ἔχεως δηχθέντας ὠφελεῖ, διὸ καὶ οὕτως ἐκλήθη. ἔστι δὲ ὠκιμοειδές. ὠκίμῳ γὰρ παραπλήσια ἔχει τὰ φύλλα.
Αγχούσῂ προσέοι κεν: ἤτοι ὠκίμῳ, φησίν, ὅμοιόν ἐστι
τὸ μικρόν, καὶ ἀκανθώδη μὲν ἔχει τὰ φύλλα, μικρὰν δὲ τὴν ῥίζαν ἐλάχιστον ὑπὸ γῆν ἰοῦσαν. τὸ δὲ ἕτερον φύλλοις καὶ κλάδοις ὑψηλοῖς ἀεὶ θάλλον καὶ ολίγῳ περιστέφεται ἄνθει. Ἄλλως.θάλεια: τοῖς φύλλοις καὶ τοῖς κλάδοις ἢ τοῖς ἄνθεσι δασεῖα. κάλχη δὲ ἄνθος ἢ τὸ ζῷον, ᾗ βάπτεται ἡ πορφύρα.
Βλάστῃ δ’ ὡς ἔχιος: ἡ βλάστη δὲ τὸ στέλεχος. ἔχιος δέ, εἶδος βοτάνης. σφεδανὸν δὲ τὸ τραχὺ καὶ σκληρὸν καὶ σφιγκτόν.