Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἑλιχρύσοιο: τὸ ἑλίχρυσον ἄνθος ἐστίν, οὗ μέμνηται καὶ Θεόκριτος (1, 30). πολυδευκέος δὲ τοῦ γλυκέος, τοῦ ἡδυτάτου. δεῦκος γὰρ τὸ γλυκὺ παρ’ Αἰτωλοῖς, ὅθεν ἀδευκὴς ὁ πικρός. ἄνθην δὲ θηλυκῶς εἶπε τὸ ἄνθος.

κόρκορον: εἶδος βοτάνης ἐστὶν ἢ λαχάνου εὐτελοῦς· ὅθεν καὶ παροιμία “καὶ κόρκορος ἐν λαχάνοις”. ἔστι δὲ ἀεὶ κατακλινόμενον· ὅθεν καὶ μυόεν αὐτὸ εἶπεν, οἷον μεμυκότα φύλλα ἔχον. Ἄλλως. καὶ Ἡσίοδος (O. et D. 508)

μέμυκε δὲ γαῖα καὶ ὕλη.
πάντα γὰρ τῷ χειμῶνι συνεσταλμένα εἰσὶ καὶ ἠσφαλισμένα.

Πανάκτειόν τε: τὴν ὁμοίαν πεκτείῳ. φησὶν Διοκλῆς τὴν κονίλην ὑφ’ ὧν μὲν ἡράκλειον καλεῖσθαι καὶ ὀρίγανον, ὑφ’ ὧν δὲ ἀγρίαν ὀρίγανον καὶ πάνακες. φησὶ Πέτριχος ἐν τῷ Ὀφιακῷ ὅτι Κόνιλος εὑρὲ τὴν βοτάνην. τινὲς δὲ πανάκειαν κατὰ ἀφαίρεσιν τοῦ τ τὴν πάντα ἰωμένην. δόναται δὲ καὶ πανάκτειον λέγεσθαι, ἤγουν ἐπὶ πάσῃ ἀκτῇ φυομένη. Ἄλλως. πανάκτειος καὶ κονίλη ταὐτό ἐστι, ταυτὸ ὃ καὶ ἡράκλειόν φασι καὶ ὀρίγανον.

Σὖν καὶ ὄνου: οὕτω λεγόμενον ἀντὶ τοῦ ὀνόφυλλον.

στρομβεῖα δὲ ψώχοιο ἀντὶ τοῦ περιφερῆ καρπὸν λείωσον. καὶ τὸ κακῆς ἐμφόρβια νούσου οἱονεὶ δαπανπικὰ τῆς νόσου, δι’ ὡν ἡ νόσος ἐσθίεται, ἤτοι θεραπεύεται.

ἄγρει μήν: ἀντὶ τοῦ ἄγε μὴν ταῖς μικραῖς μηκωνίσι τὴν ὁμοίαν ῥάμνον κατὰ τὸ μέγεθος, τουτέστιν οὕτω μικρὸν κλάδον ῥάμνου. ῥάμνος δὲ φυτὸν ἀκανθῶδες.

ἐρσομένην ἤγουν βρεχομένην, δροσιζομένην, αὐξανομένην.

φιλέταιριν δέ, σημειωτέον ὅτι τὸ ἀκανθῶδες φυτὸν, ἡ ῥάμνος, παρὰ Μυσοῖς καὶ Λυδοῖς φιλέταιρις ὀνομάζεται.

Τμῶλος δὲ ὄρος Λυδίας.