Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἠδὲ καὶ ἀκτῆς: Θεόφραστος ἐν τῷ περὶ φυτῶν (III 13, 2 4) τὴν ἀκτὴν θαμνῶδες φυτόν φησιν εἶναι, ἔχειν δὲ ῥάβδους πήχεων ἕξ.
σαμψύχου κύτισόν τε ἕως τοῦ τιθυμάλλους. Ἀμφίλοχος ἐν τῷ περὶ κυτίσου φυτόν φησιν ὠφέλιμον εἶναι τοῖς θρέμμασιν,
ὅτι πλῆθος γάλακτος ποιεῖ. Μικίων δὲ ἐν τῷ περὶ ῥιζοτομικῶν καὶ Κρατεύας τρία εἶναί φασιν εἴδη, καλεῖσθαι δὲ τὸ μὲν πρῶτον ἄρσεν, ὑπό τινων δὲ κώβιον, εἶναι δὲ θαμνίσκον ἔχοντα ῥάβδους ἐρυθράς, τὸ δὲ δεύτερον μυρτίτην, τὸ δὲ τρίτον θυμαλίδα. εὐγλαγέας δὲ αὐτάς φησιν ἀντὶ τοῦ πολὺν ὀπὸν ἐχούσας ἢ γαλακτώδεις, ἤγουν πληθυνούσας τὸ γάλα.σκαφίδεσσι δὲ δοχαίαις ἀντὶ τοῦ ἀγγείοις δεκτικοῖς· Ὅμηρος (Od. Ι 223)
γαυλοί τε σκαφίδες τε.
φαρμάσσων μέθυ κεῖνο: τὸν οἶνον. τὴν δεκάτην μοῖραν τοῦ χοὸς ἔμβαλε εἰς τὰ εἰρημένα. Ἄλλως. χοὸς δεκάτῃ ἀντὶ τοῦ δέκατον μέρος τοῦ χοός, ἤγουν τὴν κοτύλην καὶ πλέον.
Γέρυνες, ἤγουν τὰ γεννήματα τῶν βατράχων, ἤτοι οἱ μικροὶ καὶ ἀδιάπλαστοι βάτραχοι. φησὶ δὲ βατράχους ζῶντας ἕψησον μετὰ οἴνου ἢ ὄξους ἢ ὕδατος καὶ πίε.
πολλάκι δ’ ἧπαρ: τρεῖς εἶναί φησι θεραπείας, μίαν μὲν τῶν βατράχων ἑψηθέντων, ἑτέραν δὲ τοῦ ἥπατος μετὰ Κερκυραίου οἴνου, ἄλλην τῆς κεφαλῆς ἢ ἐν οἴνῳ ἢ ἐν ὕδατι. ἐνὶ σχεδίῃ δὲ ἤτοι ἐν τῷ τυχόντι ἢ Αἰγυπτίῳ. Σχεδία γὰρ πόλις Αἰγύπτου. Δημήτριος δὲ γράφει ἐνὶ Σχερίῃ καὶ ἀκούει τὸν Κερκυραῖον οἶνον. ἔστι γὰρ πεπηγώς, ὡς Ἀγαθοκλῆς ἐν τῷ περὶ διαίτης. ἔνιοι δὲ ἐνὶ Σχεδίῃ ἀντὶ τοῦ Αἰγυπτίῳ. ἔστι γὰρ πόλις Αἰγύπτου πλησίον τῆς Χαιρέου
ἢ αὐτοῦ σίνταο: καὶ γὰρ περὶ τοῦ ἔχιός φησι. τούτου γὰρ ἡ κεφαλὴ ἑψηθεῖσα μετὰ οἴνου ὠφελεῖ.
ἐμπισθὲν δὲ ἤγουν ποτισθέν, ποθέν.