Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ὀκταπόδην: τουτέστιν καρκίνον ποτάμιον. ὀκτὼ γὰρ πόδας ἔχουσιν οἱ καρκίνοι.
νεοβδάλτοιο δὲ ἀντὶ τοῦ νεωστὶ ἐβδαλμένου, τουτέστι πεπηγμένου, ἢ νεαμέλκτου. ἔστι δὲ ἀντίπτωσις, γενικὴ ἀντὶ δοτικῆς· ἔδει γὰρ νεοβδάλτῳ γάλακτι καρκίνον ἐνθρύψαιο.
ἶρίν θ’ ἥν: κελεύει συμμίσγεσθαι τούτοις τὴν Ἰλλυρικὴν ἶριν. Δρίλων γὰρ ποταμὸς Ἰλλυρίδος καὶ Νάρων, ὃς διαχωρίζει Ἰλλυρικὴν καὶ Λιβύρνους. ἐνταῦθα καὶ ὁ Κάδμος καὶ ἡ Ἁρμονία ᾤκησαν, οἳ καὶ εἰς ὄφεις μετεβλήθησαν, ὥς φησι καὶ Διονύσιος (v. 392)
κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν γένος ἠλλάξαντο.
ἥντε μελισσαῖος ἕρπων: ὅπου, φησίν, οἱ δύο, ὁ Κάδμος καὶ ἡ Ἁρμονία, δράκοντες δασπλῆτες γενόμενοι τὸν νομὸν στείβουσι, τουτέστι τὸν πρὸς νομὴν ἐπιτήδειον τόπον πατοῦσι. δασπλῆτες δὲ ἤτοι φοβεροὶ καὶ χαλεποὶ τοῖς προσπελάζουσι καὶ δέους εἰσὶ ποιητικοί.
ἐρείκη δὲ εἶδος βοτάνης, ἥτις φύλλα ἔχει τῷ κισσῷ παραπλήσια, μακρότερα δὲ καὶ παχύτερα. οὐλαμὸς δὲ νῦν ἡ τῶν μελισσῶν τάξις· κυρίως δὲ ἡ στρατιωτικὴ τάξις. καὶ τὸ ἕρπων δὲ καταχρηστικῶς εἴρηται ἀντὶ τοῦ ἱπτάμενος.πανακαρπέα θάμνον: γράφεται καὶ περιθαλπέα, ἤτοι τὸν ἁπαλόν. ἔστι δὲ νέον καὶ πάντη ἄκαρπον· οὐδέπω γὰρ ὁ τοιοῦτός ἐστι καρποφόρος. ἢ πάντως ἄκαρπον· ἄκαρπος γὰρ ἡ μυρίκη, καὶ ταύτῃ ἐνομοθέτησεν ὁ Ἀπόλλων τοὺς μάντεις μαντεύεσθαι.
μάντιν’ ἐνὶ ζωοῖσι: τὸν θάμνον τῆς μυρίκης ἐπίσημον μάντιν φησί. Μάγοι γὰρ καὶ Σκύθαι μυρικίνῳ μαντεύονται. Δίνων δὲ καὶ ἐν τῷ πρώτῳ τῆς τρίτης συντάξεως καὶ τοὺς μάντεις φησὶ Μήδους ῥάβδοις μαντεύεσθαι. Ἡρόδοτος δὲ ἐν τῇ τετάρτῃ καὶ ἐν πολλοῖς Σκύθας παρήγαγεν τόποις καὶ ἐν τῇ Εὐρώπῃ παρήγαγέ τινας διὰ μυρίκης μαντευομένους (IIII 67 sqq.). καὶ ἐν Λέσβῳ δὲ ὁ Ἀπόλλων μυρίκης κλάδους ἔχει· ὅθεν καὶ μυρικαῖος καλεῖται. καὶ Ἀλκαῖός φησιν ἐν τοῖς περὶ Ἀρχεανακτίδην καὶ τὸν πρὸς Ἐρυθραῖον πόλεμον φανῆναι τὸν Ἀπόλλωνα καθ’ ὕπνον ἔχοντα μυρίκης κλῶνα. καὶ Μητρόδωρος ἐν τῷ περὶ συνηθείας ἀρχαιότατον εἶναί φησι φυτὸν τὴν μυρίκην καὶ τοὺς Αἰγυπτίους ἐν τῇ τοῦ Διὸς πομπῇ ἐστεφανῶσθαι μυρίκῃ καὶ παρὰ Μήδοις τοὺς Μάγους.
Κοροπαῖος: τινὲς Θεσσαλικός. Κορόπη γὰρ πόλις Θεσσαλίας. γράφεται καὶ Ὀρόπειος. Ὀρόπεια γὰρ πόλις Βοιωτίας, ὅπου διασημότατον ἱερὸν Ἀπόλλωνος.
τὸ δὲ μὶξ κονυζῆεν ἀντὶ τοῦ μεμιγμένως τὸ φυτὸν τῆς κονύζης, ἤτοι τὴν κόνυζαν τὴν ἔγχλοον.