Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἑξάμορον: ἑξάμορον λέγεται τὸ ἕκτον τῆς κοτύλης. εὐώδεα δὲ κατ’ εὐφημισμόν (βαρύοδμος γάρ), ὡς τὴν χολὴν γλυκεῖαν, καὶ τὸ ὄξος γλυκάδιον, καὶ τοὺς ταχεῖς ἀργούς, ὥς φησιν Ὅμηρος (II. Α 50)
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.
ἦτρον τὸ γονάτιον ἢ τὸν ὀμφαλὸν τοῦ νάρθηκος λέγει. ἢ ἦτρον τὴν ἐντεριώνην φησί. κυρίως δὲ ἦτρον ὁ μετὰ τὸν ὀμφαλὸν τόπος. καὶ μαρτυρεῖ „ἠτρίου ἱππείοιο“. ὀλόψας δὲ ἀντὶ τοῦ λεπίσας, κόψας.
ἱππείου μαράθου: τὸ δὲ λεγόμενον ἱππομάραθον εἶδος βοτάνης ἐστί. Θεόφραστος δὲ (hist. plant. VII 6, 3?) λέγει τὸ ἱπποσέλινον, ὃ καὶ ἐν τοῖς πετρώδεσι τόποις γίνεσθαί φησι. ὠνόμασται δὲ διὰ τὸ μέγα εἶναι ἢ διὰ τὴν τῶν ἵππων στραγγουρίαν. τοῦτο δὲ σμυρνεῖον καὶ κόψειον καλοῦσί τινες, ὡς Ἀνακρέων ἐν τῷ περὶ ῥιζοτομικῆς.
ἐλεοθρέπτου δὲ σελίνου τοῦ ἐν τοῖς ἕλεσιν ἤγουν ἑλώδεσι καὶ καθύγροις τόποις φυομένου καὶ τρεφομένου.
ἐχεπευκέος: ἤγουν πικρᾶς, καθάπερ πεύκη· πικρὰ γὰρ καὶ αὕτη. δραχμάων δὲ δύο ἄχθη φησί, τουτέστιν ὁλκήν.
θερειγενέος δὲ τοῦ ἐν θέρει γινομένου· ἢ ἀθερειγενέος, ἐπειδὴ τοῦ κυμίνου ὁ στάχυς καὶ ὁ καρπὸς ἀθέρας ἔχει, καθάπερ ἡ κριθή.
κυάθῳ: τουτέστι τρίτον τῷ κυάθῳ ἀντλούμενον, παρὰ τὸ ἀφύσσειν, οἷον τρεῖς κυάθους.
εὐσταθέος δὲ τῆς ναρδοστάχυος δραχμὴν στήσας. γράφεται καὶ εὐστάχυος· ἢ εὐσταθέος, τουτέστι τοῦ ῥωστικοῦ.