Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἠὲ καὶ ἑλξίνην: καὶ γὰρ ἑλξίνη καλεῖται παρὰ τὸ ἕλκειν εἰς ἑαυτήν. ἡ γὰρ ὄφρησις αὐτῆς ἐστιν ἑλκυστική. Ἄλλως. ἑλξίνη εἶδος βοτάνης ἐστί καλεῖται δὲ οὕτως, ὅτι κωλύει τι φύεσθαι ἐγγὺς αὐτῆς.
Κλύβατις, ὅτι καὶ χυλὸν ἔχει κολλώδη κηρῷ οἰκεῖον καὶ τὸν προσιόντα κρατεῖ. ἑλξίνη δὲ καὶ κλύβατις, σιδηρῖτις, παρθένιον, περδίκιον· πάντα γὰρ ἐπὶ ἑνὸς φυτοῦ.
ἰάμνοις δὲ ταῖς ἰαμεναῖς καὶ ἕλεσιν.
πῖνε δ’ ἐντρίψας: πῖνέ, φησι, μίξας τὰ προειρημένα| κοτύλῃ οἴνου ἢ ὄξους. εἰ δὲ καὶ ὕδατι μίξαις καὶ πίοις τῷ μήτε ὄξος μήτε οἶνον παρεῖναι, ἀλύξειας ἂν καὶ ἐκφύγοις τὰ κακά.
ἐσθλὴν δ’ ἀλκιβίου: ἀντὶ τοῦ θεραπευτικήν. ἀλκίβιος δὲ λέγεται ἡ βοτάνη καὶ ἔχις, καὶ ἀλκίβιος μὲν ἀπὸ τοῦ εὑρόντος Ἀλκιβίου, ἔχις δὲ διὰ τὸ ἰᾶσθαι ὑπ’ αὐτῆς τοὺς ὑπὸ ἐχίδνης πληττομένους. Δημήτριός φησιν ὁ Χλωρὸς ὑπὸ ἔχεως πληγέντα τινὰ κατὰ βουβῶνα, τουτέστι τὸ γονάτιον, καὶ διαμασησάμενον τὴν λεγομένην ἀλκιβίου ῥίζαν καὶ τὸν μὲν χυλὸν καταπιόντα, τὸ δὲ μάσημα ἐπιθέντα τῷ τραύματι ἰαθῆναι εὐθύς. Ἄλλως. ἀλκίβιος ἐκλήθη διὰ τοιαύτην αἰτίαν. Ἀλκίβιον τοὔνομά τινα κοιμώμενον παρὰ τῇ ἁλωνίᾳ ἐγγὺς ὕδατος ἢ ἐγγὺς τῆς θημονίας (τὰ γὰρ δύο σημαίνει τὸ ἄντλον) ἔπληξεν ὄφις κατὰ τοῦ βουβῶνος, ἤγουν τοῦ γονατίου, ὃς ἀναστὰς καὶ ἀνασπάσας τὴν βοτάνην ταύτην τὸν μὲν χυλὸν αὐτῆς διαμασησάμενος κατέπιεν ὡς ἀποκρουστικὸν τοῦ ἰοῦ, τὸ δὲ μάσημα ἐπέθηκε τῷ ἕλκει.
Λείρια δ’ ὡς ἴα: ὡς τὰ ἴα αὐτὴν περιστέφει.
ῥαδινὴ δέ, λεπτή ἐστιν ἡ ῥίζα τοῦ ἀλκιβίου.
εἶθαρ ἀνέπνευσεν: ἤγουν εὐθέως ἀναπνεῦσαι αὐτὸν τῆς κακοπαθείας ἐποίησεν. ἰστέον ὅτι, ἐὰν γράφηται ἐνέπνευσε κάματον βίῃ, ἐπὶ τοῦ ὄφεως ἀκουστέον, τουτέστιν ὅτι πλήξας τὸν Ἀλκίβιον ὁ ἔχις εὐθέως πόνον καὶ ἀλγηδόνα εἰς τὴν δύναμιν αὐτοῦ ἐνέπνευσε καὶ ἐνέβαλεν. εἰ δὲ γράφεται ἀνέπνευσε καμάτων, τοιοῦτόν ἐστιν, ὅτι ὁ Ἀλκίβιος τὸ μάσημα, τουτέστι τὸν φλοῦν τῆς ῥηθείσης βοτάνης, τῷ τραύματι ἐπιθεὶς τὸν χυλὸν κατέπιεν, ἵνα ἔξωθεν ὁ καί σύνδεσμος παραλαμβάνηται, καὶ εὐθέως τοῦ πόνου καὶ τῆς κακοπαθείας βίᾳ ἀνέπνευσεν.
θηλάζων: τουτέστι τὸν ζωμόν, ἤγουν τὸν χυλόν, καταπίνων. πέσκος δὲ τὸν φλοιὸν τῆς βοτάνης. τὸ λέπος, φησί, τῷ τραύματι ἐπέβαλεν.