Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Τὴν ἤτοι: ταύτην μέν. μινυανθὲς οἱ μὲν αὐτὴν ἐκάλουν, οἱ δὲ τρίφυλλον καλοῦσιν. Ἰόλαος δὲ ἐν τῷ περὶ Πελοποννησιακῶν πόλεων τὸ πήγανον ὑπὸ Πελοποννησίων ῥυτὴν καλεῖσθαί φησιν.
Ὅσον κύμβοιο: τοῦ ὀξυβάφου, ἐπειδὴ κυφόν ἐστι. σημειοῦται δὲ ἐκ τοῦ ἐπιφερομένου τραπεζήεντος. καὶ παρὰ Σώφρονι “κύμβου ὄγκον ἔχων” ἀντὶ τοῦ σκυφοειδοῦς ποτηρίου. τοῦτο οὖν λέγει, ὅτι λάβε τοσαῦτα σπέρματα ὅσον γεμισθῆναι ὀξύβαφον. Ἄλλως. κύμβοιο ἀντὶ τοῦ ὀξυβάφου οἷον ἐμβαφίου εἰς τράπεζαν πεποιημένου, ὅπερ καλεῖ γαργάριον ἡ συνήθεια.
Καρδόπῳ: ἀντὶ τοῦ κοίλῳ ἀγγείῳ ἢ καυκίῳ. καὶ ἀλκτήρια λέγεται τὰ ἀποσοβητήρια, ἤτοι ἀποκρουστικὰ νόσων.
Θρινακίην μὲν ῥίζαν: τὴν ἐν Σικελίᾳ γενομένην. οὕτως γὰρ καλεῖται ἡ Σικελία διὰ τὸ τρεῖς ἄκρας ἔχειν. τὰ δὲ ὀνόματα εἴρηνται τοῖς ἄλλοις. ἐν τῇ Σικελίᾳ δὲ γίνεται ἡ θάψος. ταύτης δὲ τῷ χυλῷ χρῶνται πρὸς ὄφεις. ἔστι δὲ χλωρότατον, ὅθεν οἱ βουλόμενοι χλωροὶ φαίνεσθαι καὶ νοσώδεις ταύτῃ περιχρίονται τὸ πρόσωπον. εὑρηκέναι δὲ αὐτήν φασι τὸν Κρατεύαν ἐπὶ νήσῳ τινὶ Θάψῳ μιᾷ τῶν Σποράδων. ἔστι δὲ αὕτη ἡ νῆσος ἀρκαιούσης καὶ Φοινίκης μεταξύ. Ἄλλως. Θρινακίην ἀντὶ τοῦ Σικελικήν. Τρινακρία γὰρ ἡ Σικελία διὰ τὸ τρεῖς ἄκρας ἔχειν.
Ῥάδικες κυρίως μὲν οἱ ἀπὸ τῶν φοινίκων κλάδοι. νῦν δὲ καταχρηστικῶς κέχρηται τῇ λέξει.
διανθέος δὲ ἤτοι τοῦ διαφανοῦς, εὐανθοῦς. ἢ δισανθοῦς διπλοῦν ἔχοντος ἄνθος, ὅτι δὶς κατ’ ἐνιαυτὸν ἀνθεῖ. ἢ διὰ τὸ τοὺς καυλοὺς αὐτοῦ ἀνθέρικας καλεῖσθαι.
καυλεῖον δὲ τὸν καλαμόν. καὶ τὸ ὑπέρτερον ἀνθερίκοιο ἀντὶ τοῦ μείζονας ἀνθέρικας τοῦ ἀστάχυος ἔχοντος.
τότε λοβὸς ἀμφίς: κωρίς. οὐ γὰρ ὥσπερ ὃ ἐρεβίνθῳ συμβέβηκεν τοῦτο καὶ ἐπὶ ἀσφοδέλῳ, ἀλλὰ χωρὶς ἕκαστον σπέρμα καθάπερ ἔγκειται. τινὲς δὲ τὸ ἀμφίς ἀντὶ τοῦ ἀμφί εἶναι γὰρ τὸν λόγον οὕτως, τὸ δὲ σπέρμα ὅπερ ὁ λοβὸς αὐτοῦ αὔξει. λοβὸς δὲ λέγεται πᾶσα λεπίς, ἧς ἔνδον ἐστὶ τὸ σπέρμα. ἢ ἀγγεῖόν ἐστιν ἐν ᾧ οἱ γεωργοὶ τὰ σπέρματα βάλλουσιν.