Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἀργῆτι σὺν οἴνῳ: ἤγουν λευκῷ καὶ θερμῷ καὶ διαπύρῳ.
ἀστόργοιο δὲ τῆς μὴ βουλομένης θρέψαι τὰ βρέφη, τῆς μὴ στεργούσης. ἥτις, φησί, βοτάνη, πράσιος· θηλυκὸν γάρ. κατείρυσε δὲ ἀντὶ τοῦ καταρρεῦσαι ἐποίησε.
τὸ δὲ πρωτογόνου καὶ τῆς αρτι γεννηθείσης καὶ τῆς ἀρτίως καὶ πρῶτον τετοκυίας. νῦν δὲ τὸ δεύτερον σημαίνει. φασὶ γὰρ ὅτι αἱ μόσχοι τῇ σπάνει τοῦ γάλακτος ἄστοργοι γίνονται καὶ οὐ χαλῶσι ταῖς δαμάλεσι τὸ γάλα, ἀλλ’ ἀνακόπτουσι καὶ καρτεροῦσι. τρώγουσαι δὲ τὴν πράσιον (γαλακτοφόρος
γὰρ αὕτη) στέργουσι τὰ τέκνα ὑπὸ τοῦ πλεονάζοντος γάλακτος τοὺς μαστοὺς σφαραγούμεναι, οἱονεὶ σπαρασσόμεναι.με λίφυλλον δὲ καὶ μελίκταιναν τὴν πράσιον οἱ ποιμένες καλοῦσι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.
ῥοιξηδόν: ἤγουν μετὰ ῥοίζου καὶ κτύπου φέρονται πᾶσαι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.
ἠὲ σύγ’ ἐγκεφάλου: ἢ σύ, φησι, λάβε τὰς πέριξ τοῦ ἐγκεφάλου ἀραιὰς μήνιγγας τῆς κατοικίδος ὄρνιθος. γράφεται καὶ σμήριγγας οὕτω δὲ λέγουσι τὰς τρίχας τὰς ἐπὶ τῶν μηρῶν καὶ τοῦ τραχήλου, ἔνιοι δὲ τὰς ἐπὶ τοῦ μετώπου, ἄλλοι τὸν ὑμένα λέγουσι τὸν περιτρέχοντα τὸν ἐγκέφαλον. ἔστι δὲ οὑτος τραχύτερος περιέχων τὴν ἀρχὴν τὴν ἐν τῷ νωτιαίῳ μυελῷ. ὅτι δὲ ὁ ἐγκέφαλος τῆς ὄρνιθος εἰς τοὺς ὀφιοδήκτους δῆλον. φησὶ καὶ Πέτριχος ἐν Οφιακοῖς.
ψῆγμα πολύκνημον: οἱ μὲν ὄνομα βοτάνης, οἱδὲ λεπτόν. γράφεται καὶ ψηχρὰ πολύκνημον. σημαίνει δὲ ποτὲ μὲν τὸ περίψηγμα, ποτὲ δὲ τὴν βοτάνην δηλοῖ, ἧς μνημονεύει καὶ Ἀπολλᾶς ἐν τῷ περὶ βοτανῶν.
ὅστε τραπέζης: τράπεζα καὶ πύλη μέρη τινά εἰσιν ἐξημμένα τοῦ ἥπατος· τράπεζα, ὄνυξ, μάχαιρα, κάνεον.