Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἐρέει δὲ φάτις, ἤτοι φησὶν ὁ λόγος. ἱστορία Δήμητρος. λέγεται Ἄμβας υἱὸς Μετανείρας φθονερώτερον διενεχθῆναι πρὸς τὴν θυσίαν τῆς θεοῦ, διὸ αὐτὸν ἀσκαλαβώτην ἐποίησεν. ἢ ὅτι Μετανείρας υἱὸς Ἄμβας ἐδυσχέρηνεν ὅτι ἡ μήτηρ αὐτοῦ τὴν Δήμητραν ὑπεδέξατο καί τι ἐφθέγξατο εἰς τὴν θεόν· διὸ ὀργισθεῖσα τὸ ἐν τῷ κρατῆρι λείψανον ἐγχέασα αὐτῷ ἀσκαλαβώτην αὐτὸν ἐποίησεν. Ἄλλως. λόγος, φησί, τὴν Μετάνειραν τοῦ Τριπτολέμου εἶναι μητέρα, ὃν δέδωκε τῇ Δήμητρι ἀνατρέφειν. τοῦτον ἡ Δημήτηρ λαβοῦσα συνεχῶς αὐτὸν εἰς τὸ πῦρ ἔβαλλεν ἀπαθανατίσαι βουλομένη αὐτόν. ὡς δὲ ἐπιπολὺ τοῦτο ἐποίει, φωραθεῖσα ὑπό τινος ἐπαύσατο καὶ οὐκ ἀπηθανάτισεν αὐτόν. ὑπέδειξε δὲ αὐτῷ τὴν σπορὰν τοῦ σίτου. χρόνῳ δέ ποτε ἡ Μετάνειρα τὴν Δήμητραν ὑπεδέξατο εἰς τὸν οἶκον αὑτῆς. τῆς δὲ θυσίας γινομένης ἐπ’ αὐτῇ παρὼν Ἄμβας υἱὸς αὐτῆς ἕτερος ἐγέλασε καταγελῶν τῆς θυσίας. ἡ δὲ Δημήτηρ ὀργισθεῖσα ἀποχέασα τὸ ἐν τῷ κρατῆρι ἀπομεῖναν κέρασμα ἐποίησεν αὐτὸν ἀσκαλαβώτην.

Θεράπναις: ἤγουν ταῖς θεραπαίναις ἢ τόποις πρὸς ξενίαν ἐπιτηδείοις.

τὸ δὲ Ἀχαίη Δημήτηρ ἢ διὰ τὸ ἄχος καὶ τὴν λύπην τῆς θυγατρός, ἢ διὰ τὸν τῶν κυμβάλων ἦχον.

οὓς ἔλοπας: τουτέστιν ἀσθενεῖς ὄφεις. ἀπὸ γένους εἰς γένος ἄγει, οὕσπερ καλοῦσιν ἀπὸ τῆς χροιᾶς ἀμμώδεις καὶ μυοθήρας καὶ ἔλοπας. Λίβυας δὲ καλεῖ τοὺς ἀμμοδύτας· πολλοὶ γὰρ ἐν Λιβύῃ τοιοῦτοι τυγχάνουσι· πολυστεφέας δὲ τοὺς πολλοὺς στεφάνους ἔχοντας

καὶ γραμμάς· μυάγρους δὲ τοὺς μυόθηρας, οἳ καλοῦνται καὶ ὀροφίαι.

ἀκοντίαι: οὕτως διατρέχοντες κατὰ τὰ ἀκόντια. ἄλλα δὲ ζῷά εἰσιν οἱ ἀκοντίαι ὥσπερ τὰ ἀκόντια ὁρμῶντες. ἐπὶ τούτοις δὲ οἱ τυφλῶπες, τουτέστιν οἱ καλούμενοι τυφλῖνοι ἤ, ὡς Ἀπολλοφάνης, ὄφεις εἰσίν. οὗτοι δὲ καὶ πατούμενοι ἠρεμοῦσι.

θρόνα δὲ τὰς ἀντιπαθεῖς βοτάνας λέγει.

τὸ δὲ διείσομαι ἀντὶ τοῦ διηγήσομαι.

διαμπερέως: ἤγουν ἀκριβῶς, συντόμως.

οἷσιν ἀρήγων: τουτέστιν οἷστισι θρόνοις καὶ φαρμάκοις βοηθῶν τὴν κατεπείγουσάν σε καὶ καταπονοῦσαν τῆς νόσου ἀνίαν θεραπεύσειας. ἀλθήσῃ γὰρ λέγει ἀντὶ τοῦ θεραπεύσειας.