Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἠὲ Σάου: καὶ γὰρ τὸ μὲν Σάον καὶ τὸ Μόσυχλον ὄρη εἰσὶ τῆς Σάμου. μέμνηται δὲ καὶ τούτων τῶν τόπων ἐν Λήμνῳ τε καὶ Σαμοθρᾴκῃ, τὰς νήσους ἑκατέρας ἀπὸ τούτων σημαίνων. ἐκαλεῖτο δὲ Σάος ἡ ὅλη Θρᾳκικὴ Σάμος. καὶ Μόσυχλον δὲ τὰ ὄρη τῆς Λήμνου, ὡς Ἀντίμαχος
Ἡφαίστου πυρὶ εἴκελον, ἥν ῥα τιτύσκει δαίμων ἀκροτάτῃς ὄρεος κορυφῇσι Μοσύχλου·καὶ Ἐρατοσθένης φησί
ἐν δέ οἱ ὄσσε κανθοῖς παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον.
ἄγραυλοι: ὅτε οἱ ἄγραυλοι, τουτέστιν οἱ ποιμένες, καταλείψαντες τὰ ἔργα τῶν νομέων, τουτέστι τοῦ βόσκειν, καταψύχωσιν ἑαυτοὺς καὶ τὰ θρέμματα ὑπὸ ταῖς μακεδναῖς, ἤγουν ἐπιμήκεσιν ἐλάταις, τουτέστιν ἐν ταῖς σκιαῖς.
καταπλέξῃ δὲ ἀντὶ τοῦ ἀγρεύσῃ. ἢ περιπλέξῃ, ἤγουν περιπλακῇ.
καὶ τὸ μαστίζων, ἑαυτὸν
δηλονότι τῇ οὐρᾷ, ἢ ὃν ἂν θέλῃ πλῆξαι [ἢ ἀντὶ τοῦ μαστίζων γράφεται λαιμώσσων, ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξλαιμώσσει δέ σου τὸ χεῖλος ὡς ἐρωλιοῦ].
καὶ κληῖδας τὰς σάς, ἤτοι τὰς τοῦ πληττομένου, ἢ τοῦ οἰκείου χαλινοῦ.
σκολιήν: ἤτοι καμπας ἔχουσαν ὁδόν, ἀντὶ τοῦ μὴ εὐθεῖαν. καὶ δοχμὸς ἐναντιούμενος τῇ τοῦ ἑρπετοῦ πορείᾳ.
τοῖος Θρηικίῃσιν: ἤτοι τοιοῦτος πλησιάζει.
τὸν ἀσκαλαβώτην γαλεώτην οἱ Ἀττικοὶ καλοῦσιν. ἔοικε δὲ σαύρᾳ.