Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

τὰς μέν: τὰς μὲν οὖν βοτάνας. ἔτι κλύζοντι: τῷ αἵματι ἢ τῷ θανάτῳ παρὰ τῷ ἄλγει καὶ τῇ ὀδύνῃ.

νεόκμητα δὲ ἤγουν νεοθαλῆ ἢ νεωστὶ τμηθέντα ἐν τόπῳ ὅπου οἱ κνῶπες.

κνῶπες δέ ἐστιν εἶδὸς ζῴων θηριωδῶν.

πρώτην μὲν Χείρωνος: παραλαμβάνει τὴν χειρωνείαν ῥίζαν, ἥτις πρὸς πᾶν ἁρμόζει καὶ πανάκειον καὶ κενταύρειον καλεῖται. εὑρεθῆναι δέ φησιν αὐτὸ ὁ Νίκανδρος ὑπὸ Χείρωνος. πολύστροφον δὲ αὐτὸ καὶ λέγει Θεόφραστος (hist. plant. VIIII 11, 1) οὕτως, τὸ δὲ χειρώνειον ὅμοιον ἀμαράκῳ, μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν μακράν. φιλεῖ δὲ μάλιστα χωρία ταπεινά. ἐπαλθέα δὲ θεραπευτικήν. Τὴν χειρωνείαν καὶ κενταυρείαν καὶ πανάκειαν καλοῦσιν.

Ἀμαρακόεσσα: παραπλησία τῷ ἀμαράκῳ, φησί, κατὰ τὴν χαίτην. ἀμάρακος δέ ἐστιν ἡ καλουμένη σάμψυχος.

οὐ βυθόωσα: τουτέστιν ἐπάνω, οὐ κατωτέρω τὴν ῥίζαν ἀποπέμπουσα.

ἀριστολόχεια: δύο γένη εἰσὶν ἀριστολοχείας, τὸ μὲν ἄρρεν, θῆλυ δὲ τὸ ἕτερον. τὰ δὲ ἄνθη αὐτῶν ὡς ὕσγινος βάπτεται καὶ ἐρυθαίνεται. βοτάνη δέ ἐστιν ἥ ἀριστολόχεια ὠνόμασται. ταύτην δέ φησιν Ἀριστοτέλης γυναῖκα εὑρηκέναι. Ἄλλως. ἀριστολόχεια καὶ περικλύμενον βοτάναι εἰσίν, ἅπερ φύλλα ἔχειν κισσοῦ φησιν, ὡς οἱ ἀκριβέστερον

περὶ τούτων εἰπόντες.

μυρτὰς δὲ καὶ βάκχη εἴδη εἰσὶν απίων. οἱ δέ φασιν ὅτι ἡ ἀγρία ἄπιος ἀχρὰς καλεῖται, βάκχης δὲ τῆς ἀμπέλου ἢ τῆς μυρρίνης. τῆς δὲ ἀριστολοχείας ἀπορρὼξ δραχμαία, τουτέστι μερὶς μία ὅσον δραχμή, τῷ οἴνῳ μισγομένη τῷ κιρραίῳ καὶ διδομένη τῷ δηχθέντι πιεῖν ὠφέλιμος