Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

χαλαίποδος: γράφεται καὶ χωλοίποδος καὶ κυλλόποδος.

ἀμφότερα δὲ τὸν χωλὸν σημαίνει, χαλαίποδος διὰ τὸ κεχαλασμένους τοὺς πόδας ταῖς ἁρμονίαις ἔχειν. Ἡφαίστου νῆσον τῆν Λῆμνον ἐκάλεσε, ὡς λέγει καὶ Ὅμηρος (Il. Α 593) κάππεσεν ἐν Λήμνῳ.

Σάμον δὲ δυσχείμερον τὴν Σαμοθρᾴκην ἐδήλωσεν.

Ῥησκυνθίδος: τὸ Ῥησκύνθιον ὄρος Θρᾴκης Ἥρας ἱερόν, ἐξ οὗ τὴν προσηγορίαν ἔσχε Ῥησκυνθίδα. ἔστι δὲ τῆς Ηρας καὶ Ζηρυνθίου Απόλλωνος νεὼς ἐν τῷ αὐτῷ τόπῳ. τῆς δὲ Αἴνου πλησίον ἐστὶν ὁ ποταμὸς Ἕβρος. οὐ μακρὰν δέ ἐστι τοῦ ποταμοῦ ἡ Ζώνη ἡ πόλις, μεθ’ ἣν αἱ Ὀρφέως δρύες εἰσίν, ὑφ’ ἃς πόλις ἐστὶ Ζηρύνθιον, ἐν ᾗ τὸ ἄντρον. μέμνηται τῆς Ζώνης καὶ Ἀπολλώνιος (Argon. I 29)

ἐν τῇ Θρηικίῃ Ζώνῃ ἐπιτηλεθάουσαι.
μέμνηται καὶ οὗτος ὁ Νίκανδρος
τῷ μὲν ὑπὸ Σωναῖον ὄρος δρύες ἀμφί τε φηγοί ῥιζόθι δινήθησαν ἀνέστησάν τε χορείαν οἷά τε παρθενικαί.
Ἄλλως. Ῥησκύνθιον δὲ ὄρος Θρᾴκης, ἐν ᾧ Ἥρα ἐτιμᾶτο, ἐξ οὗ καὶ ἡ Ῥησκυνθίς.

καὶ δρύες, τουτέστιν ὄρος ἐν ᾧ εἰσιν αἱ δρύες τοῦ Οἰαγρίδου, τουτέστι τοῦ Ὀρφέως τοῦ υἱοῦ τοῦ Οἰάγρου. Ζηρύνθιον δὲ ἄντρον ἐστὶν ἐν Σαμοθρᾴκῃ. Λυκόφρων δέ φησι (v. 77)

Ζηρύνθιον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς,
ὅ ἐστι σπήλαιον τῆς Ἑκάτης.

Δήεις: διὰ μακροῦ ἀπεδόθη ἡ ἀπόδοσις. ἔστι δὲ οὗτος μακρὸς καὶ κατάστικτος.

ὅν τε λέοντα· λέοντα αὐτόν φησι καὶ λέγει ἢ διὰ τὸ πολύστικτον καὶ ποικίλον τῶν φολίδων ἢ διὰ τὸ γενναῖον. Ἅλλως. λέοντα ἐκάλουν τὸν κεγχρίνην ἢ διὰ τὸ ἑαυτὸν μαστίζειν τῇ οὐρᾷ καὶ διεγείρειν ἐις μάχην ὡς λέοντα ἑαυτόν, ἢ διὰ τὸ δάκνειν καὶ ῥοφᾶν τὸ αἷμα τοῦ ἀνθρώπου, ἅτινα δὴ καὶ λέων ποιεῖ. ῥοφᾷ δὲ τὸ αἷμα διὰ τῶν κατακλείδων.

Πολύστροφον: ἀντὶ τοῦ εὐκίνητον ἢ πολλὴν στροφὴν καὶ μέγεθος ἔχον, οἷον εὔμηκες. τὰ γὰρ μακρὰ τῶν ἑρπετῶν πολύστροφά εἰσιν.

αἶψα δὲ σαρκί: ταχέως δὲ περὶ τὴν σάρκα σηπεδόνας ἐποίησε δυσιάτους. αὗται γάρ εἰσιν αἱ πυθεδόνες· Ὅμηρος (Il. Δ 174)

σέο δ’ ὀστέα πύσει ἄρουρα,
καὶ Ἐρατοσθένης
οὐδὲ πελιδναί πυθεδόνες γάστρηναν ὑπέτρεφον οὐλοὸν ἕλκος.
οἱ δὲ Αἰολεῖς τὸ φθίνειν πύθεσθαι λέγουσι.

μαιμώσσων: ἀντὶ τοῦ ζητῶν καὶ ὁρμῶν. γράφεται καὶ λαιμώσσων, ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξ

λαιμώσσει δέ σου τὸ χεῖλος ὡς ἐρωδιοῦ.

ἐπὶ κτίλα δὲ μῆλα τὰ ἥμερα καὶ τὰ ἑπόμενα τῷ κτίλῳ, τουτέστι τῷ προηγουμένῳ κριῷ.