Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

κολοίβαφος δὲ ὁ χολῆς χρώματι βεβαμμένος, ἢ χλωρός, ὡσεῖ σμαραγδώδης ἢ χρυσίζων. αὕτως δὲ ὁμοίως τοῖς ἄλλοις ὄφεσιν.

οἷα νυχηβόρου: γράφεται καὶ μυχηβόρου, τοῦ ἐν τοῖς μυχοῖς ἐσθίοντος· ἐὰν δὲ οἷα νυχηβόρου, λέγεται τοῦ ἐν νυκτὶ ἐσθίοντος μυὸς ὃ ἂν εὕρῃ.

ὑπὸ κραντῆρος: κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.

ὄρνις αἰετὸς ἐκ παλακῆς: γράφεται γὰρ καὶ ἐξ αἴθρης. καὶ ἐὰν μὲν ᾖ ἐκ παλαχῆς, δῆλον ἀντὶ τοῦ ἐξ ἀρχῆς· ἐὰν δὲ καὶ ἐξ αἴθρης, ἐκ τοῦ αἰθέρος, ὑψόθεν.

βλώσκοντα δὲ ἤτοι ἀναστρεφόμενον, νεμόμενον τὸν δράκοντα λέγει.

τόκον κτίλα τ’ ὤεα: τὰ κτίλα ἐπὶ τῶν ἡμέρων καὶ τιθασσῶν τίθεται καὶ ἐπὶ τῶν τῆς ποίμνης προηγουμένων κριῶν καὶ ἐπὶ τῶν λιπαρῶν. ὁ δὲ Ἐμπεδοκλῆς ἐπὶ τῶν ἡμέρων καὶ πραέων

ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει,
καὶ Ἡσίοδος
χρὴ πατρὶ κτίλον ἔμμεναι.
ὁ δὲ ποιητὴς τὸν ἡγεμόνα τῶν ποιμνίων κριὸν λέγει (Il. Γ 196)
αὐτὸς δὲ κτίλος ὣς ἐπεπωλεῖτο στίχας ἀνδρῶν.

ἀτέλεστα διώκει: ὁ δράκων δηλαδὴ τὸν ἀετόν, καθὸ οὐδὲν αὐτῷ δύναται ποιῆσαι περιπετομένῳ ἐν ὕψει. τὸ δὲ ἀτέλεστα ἀντὶ τοῦ ἀτελείωτα.

τὸ δὲ ὑποδράξ ἀντὶ τοῦ ὑποβλεμματικῶς, ὑποβλεπόμενος.