Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

οἳ δέ τε: τουτέστιν ἄλλοι πάλιν τῶν δηχθέντων μυκάζουσιν, οἱονεὶ ὡς αἶγες κράζουσιν, ἢ χασμῶνται κατὰ τὸν τρόπον τῶν αἰγῶν, ἢ βληχῶνται. περιπνιγέες δὲ ἀντὶ τοῦ περίπνιγοι, ἤγουν ὡσανεὶ περὶ τὸ πνίγεσθαι γίνονται.

οὖρα δ’ ἀπέστυπται: ἤγουν ἀποστύπτεται ἢ ἀποστύφεται, ἀντὶ τοῦ ὠχρὰ φαίνεται.

ῥέ δὲ ἤτοι πνευστιῶσι, ῥέγχουσι.

ἐπιδίψιος ἄτη: τὸ δὲ ἐπιδίψιος ἄτη ἀντὶ τοῦ δίψῃ χαλεπῇ συνεχόμενοι οἱ ἄνθρωποι ἀποθνήσκουσι.

τρόμον: καὶ γὰρ μετὰ τὰ προειρημένα πάντα καὶ τρόμος τις τοῖς μέλεσι τοῦ κάμνοντος περιτρέχει καὶ γίνεται.

φράζεο: ὅλος ὁ νοῦς τοῦ στίχου οὗτος, ὁ δράκων ἐτράφη μὲν ὑπὸ τοῦ Ἀσκληπιοῦ κατά τινα τόπον τοῦ Πηλίου καλούμενον Πελεθρόνιον, τὴν δὲ φύσιν ἐστὶ μέλας, ὑπόχλωρος τὴν κοιλίαν, καλὸς δὲ τὴν μορφήν, τοὺς ὀδόντας ἔχων τριστοίχους, τὸ δὲ ἐπισκύνιον παρεμφαίνων· καὶ κατὰ τὸν ἀνθερεῶνα λεπίδες ἐπεγηγερμέναι πώγωνος παρέχουσι φαντασίαν χολοβαφίνῷ σώματι προσεοικότος. τὸ δὲ δῆγμα ἄπρακτον καὶ τῷ τοῦ μυὸς δήγματι προσεοικός, κἂν σφόδρα χαλεπήνῃ. πολεμεῖται δὲ καὶ πολεμεῖ συνεχῶς τῷ ἀετῷ, πολλάκις μὲν καὶ

ἐπὶ τὴν νοσσιὰν παραγενόμενος καὶ τὰ ἐν αὐτῇ ὠὰ σιτούμενος, συνεχῶς δὲ κἀκείνῳ, ὅτε ἐπὶ ἁρπαγὴν ἀρνὸς ἢ λαγωοῦ τράπηται. Πελεθρόνιον δὲ τόπος ἐστὶ τοῦ Πηλίου ἀνθώδης· διὸ καὶ οὕτω καλεῖται ἀπὸ τοῦ πέλειν ἐκεῖσε τὰ ἄνθη· θρόνα γὰρ τὰ ἄνθη λέγονται.

ἄγραυλος δὲ ἤτοι ἀγλαός, καλός, λαμπρός, εὐπρεπής, ὡραῖος φαίνεται.

ἐπισκύνιον δέ, ὃ καὶ σκύνιον, εἶπε τὸ ἐπάνω τῶν ὀφρύων.