Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

οἷον ὅτε πλαδόωντα ἕως τοῦ λάθαργοι: τοιαύτην, φησί, δυσωδίαν ἀπὸ τοῦ σώματος ὁ δρυΐνας ἀφίησιν, ὅσην καὶ οἱ περὶ τὰ δέρματα τῶν ἵππων σκώληκες ἀφιᾶσι τεμνόμενοι.

ἄρβηλοι δὲ λέγονται τὰ κυκλοτερῆ σιδήρια, οἷς οἱ σκυτοτόμοι τέμνουσι καὶ ξέουσι τὰ δέρματα. λάθαργοι δὲ οἱ ὑμένες καὶ τὰ ξύσματα τῶν δερμάτων. γναμπτόμενοι δέ, τουτέστι ξεόμενοι ὑπὸ τῶν ἀρβήλων, οἱονεὶ ὑπὸ τῶν σμιλῶν ἢ τῶν ξύστρων, οἱ λάθαργοι μυδόωσι, τουτέστι ὄζουσι γναμπτόμενοι ὑπὸ τοῖς ἀρβήλοις οἱ λάθαργοι. Γναμπτόμενοι

γὰρ ξεόμενοι· ἐξ οὗ καὶ κναφεύς. λέγεται δὲ ἀρβύλη καὶ περὶ τὸν τοῦ Εὐριπίδου Ὀρέστην (v. 140 sq.) ἆ ἆ σιγᾶτε μὴ ψοφῆτε, μηδὲ ἔστω κτύπος ἐπὶ λεπτὸν ἴχνος ἀρβύλης.

Κώληπος: ἤγουν τοῦ ἀστραγάλου, ὡς Ὄμηρος (Il.Ψ 726)

κόψ’ ὄπιθεν κώληπα τυχών.

πνιγόεσσα δὲ ἤγουν χαλεπή, ὥστε τὸν ὀσφρανθέντα πνίγεσθαι. κεδαιομένη δὲ ἀντὶ τοῦ σκεδαννυμένη, οἱονεὶ μεριζομένη, κατὰ στέρησιν τοῦ σ. γράφεται καὶ κεδαννυμένη.

πεδόωσι δὲ ἀντὶ τοῦ πεδοῦσιν, ἀμαυροῦσιν. ἅλυσθαίνοντος δέ, τουτέστιν ἀδημονοῦντος καὶ ἐν ἄλῃ τυγχάνοντος, ἤγουν ἀδημονίᾳ.

ῥινοὶ δὲ πλαδόωσιν: ἀντὶ τοῦ δυσωδίαν πέμπουσιν αἱ βύρσαι αὐτῶν.

νέμεθῶν δέ, ἤγουν νέμων, κατατρώγων καταδαπανᾷ καὶ δαμάζει.

κακοσταθέοντα δὲ ἤγουν μηδ’ ὁπωσοῦν ἠρεμοῦντα καὶ μηδὲ ἱστάμενον, ἀλλὰ κακῶς ἑστῶτα, ἢ σειόμενον διὰ τὸ βαρεῖσθαι.