Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Εἰ δ’ ὀλοή: εἰ δέ τι τῶν ὀρνέων ὑπερβαλλούσῃ λιμώξει κατεχόμενον προσέλθῃ τῷ σώματι, αὐτόθεν ἀπόλλυται.
Τὸ δὲ αὐτόθεν ἀντὶ τοῦ αὐτόσε. τὸ γὰρ αὐτόθι ἐπὶ τόπου.
Πιφάσκεο: ἄκουε δὴ καὶ περὶ δρυΐνον, ὃν ἕτεροι χέλυδρον ὀνομάζουσιν. ἔστι δὲ ὄφις ὁ δρυΐνας ὃς ἐν ἀενάῳ λίμνῃ διατρίβει ἐν δρυσὶν ἢ φηγοῖσιν. ἄλλο δέ τί ἐστιν ἡ φηγὸς παρὰ τὴν δρῦν. Δρυΐναο: ὅτε καταλιπὼν τὴν λίμνην εἰς δρῦν ἔλθῃ, τότε δρυΐνας καλεῖται.
ὅγε ποι φηγοῖσιν: καὶ δὴ σημειωτέον ὅτι ἡ φηγὸς ἄλλο τί ποτέ ἐστι παρὰ τὴν δρῦν, τουτέστιν οὐκ ἔστι κυρίως δρῦς. Θεόφραστος δὲ (hist. plant. III 8, 2) πέντε γένη φησὶ δρυῶν εἶναι, ἓν δὲ τούτων τὴν φηγόν.
Μολουρίδας: καὶ γὰρ μολουρὶς ζῷόν ἐστιν ὅμοιον ἀκρίδι [ἄλλοι δὲ σίλφῃ εἶναι ὅμοιόν φασι G].
σπέρχεται δὲ ἀντὶ τοῦ διώκεται ὑπὸ τοῦ μύωπος. τοῦτον γὰρ τὸν ὄφιν ἀεί ποτε τείρει ὁ μύωψ καὶ διώκει αὐτόν. τότε οὐν, φησι, διωκόμενος ὑπ’ αὐτοῦ εἰς κοῖλον πρέμνον δρυὸς ὑπεδύσατο.
ἀρπεδὲς αὕτως: οἷον ἐπίπλατον καὶ ὁμαλόν· οἷον οὐκ ὀξυκέφαλός τις. ἔστι δὲ παρὰ τὴν ἔραν, ἤγουν τὴν γῆν, οἱονεὶ ἐροπεδές. ἢ ἁρπεδές, ἐπεὶ παρὰ τὴν ἁρπεδόνα λεπτόν.
ἐχθρὸν ἄηται: ἀπὸ δὲ τοῦ σώματος τοῦ θηρίου τοῦ δρυΐνου δυσωδία τις ἐκπέμπεται.