Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

τὸ δὲ ἀλέξεται γράφεται καὶ ἀλεύεται, οὐδ’ ἀπαλεύεται καὶ ἰᾶται τὸ δίψος αὐτῆς καὶ προθυμουμένης πιεῖν.

[τεκμαίρου: γίγνωσκε, μάνθανε τὸν βασιλίσκον, ὀλίγον μὲν τῇ κακίᾳ, ἐξοχώτατον δὲ τῇ δυνάμει τῶν ἄλλων ἑρπετῶν G.]

ἐπὶ τρία δῶρα: ἤγουν παλαιστάς. δῶρον γὰρ ἡ παλαιστή. Ἐπὶ τρία δῶρα: τὸ πλάτος, οἷον μῆκος, φέρων τριπάλαιστον. Μῆκος δὲ καὶ ἰθὺν ἐκ παραλλήλου τὸ αὐτό, ἤγουν μῆκος.

σπειραχθέα: τὰ ἀπὸ τῆς σπείρας βαρυνόμενα. τὰ γὰρ μεγάλα ἑρπετὰ διὰ τὸ βάρος τῆς οὐρᾶς σπειραχθέα καλεῖται διὰ τὸ ὡς ἄχθος καὶ βάρος ἔχειν τὴν οὐράν.

ἰυγὴ δὲ φωνή τίς ἐστι, βοὴ ἀδιάρθρωτος ἀπὸ τοῦ συμβαίνοντος πεποιημένη. καὶ Ἐρατοσθένης ἐν ἀντεριννύι περὶ κυνὸς λέγων εἶπεν

ἰυγῆς δ’ ὡς παῦρον ἐπέκλυεν.
ὅτ’ ἐς νομόν: ἐς τὸν νομὸν καὶ τὴν ὕλην καὶ τὸν ἀρδηθμὸν τὸ μεσημβρινὸν ἀίξαντος οὐκέτι τὰ σπειραχθέα κνώδαλα τούτου τὴν ἰυγὴν μίμνουσιν. Ἄλλως.

μεσημβρινὸν ἀίξαντος: ἤτοι τοῦ νομοῦ καὶ τῆς ὕλης καὶ τοῦ αρδηθμοῦ μείρονται· ἢ λείπει τὸ ὁρμῶσιν, ἵν’ ἡ ὅτ’ ἐς τὸν νομὸν καὶ τὴν ὕλην ὁρμῶσιν ἢ καὶ ἀρδηθμοῦ μείρονται, οὐκέτι τὴν ἰυγὴν ἐκείνου μίμνουσι τὸ μεσημβρινὸν ἀίξαντος.

Οὐδέ τις οὐδ’ οἰωνός: ἤτοι οὐδείς, φησι, τῶν οἰωνῶν τῷ σώματι τῷ ὑπὸ βασιλίσκου δηχθέντι προσελθεῖν δυνήσεται πρὸς τὸ θοινηθῆναι. Ἂλλως. πάντες οἰωνοὶ φεύγουσι τὸ σῶμα τοῦ δηχθέντος ὑπὸ τοῦ βασιλίσκου καὶ οὐδεὶς αὐτῶν πρόσεισιν εἰς τὸ θοινηθῆναι τὸν νεκρόν. ἀπείργει γὰρ ἡ ἐξ αὐτοῦ δυσωδία πάντας τοὺς οἰωνοὺς θανατικὴ οὖσα.

Κόραξτ’ ὀμβρήρεα: ὅτι χειμῶνα δηλοῦσιν οἱ κόρακες καὶ ὁ Ἄρατος μαρτυρεῖ λέγων (Phaen. 963 sq.)

δήποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν ὕδατος ἐρχομένοιο Διὸς περὶ σῆμ’ ἐγένοντο,
καὶ Εὐφορίων ὁμοίως
ὑετόμαντις ὅτε κρώξειε κορώνη.