Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
τὸ δὲ ἀλέξεται γράφεται καὶ ἀλεύεται, οὐδ’ ἀπαλεύεται καὶ ἰᾶται τὸ δίψος αὐτῆς καὶ προθυμουμένης πιεῖν.
[τεκμαίρου: γίγνωσκε, μάνθανε τὸν βασιλίσκον, ὀλίγον μὲν τῇ κακίᾳ, ἐξοχώτατον δὲ τῇ δυνάμει τῶν ἄλλων ἑρπετῶν G.]
ἐπὶ τρία δῶρα: ἤγουν παλαιστάς. δῶρον γὰρ ἡ παλαιστή. Ἐπὶ τρία δῶρα: τὸ πλάτος, οἷον μῆκος, φέρων τριπάλαιστον. Μῆκος δὲ καὶ ἰθὺν ἐκ παραλλήλου τὸ αὐτό, ἤγουν μῆκος.
σπειραχθέα: τὰ ἀπὸ τῆς σπείρας βαρυνόμενα. τὰ γὰρ μεγάλα ἑρπετὰ διὰ τὸ βάρος τῆς οὐρᾶς σπειραχθέα καλεῖται διὰ τὸ ὡς ἄχθος καὶ βάρος ἔχειν τὴν οὐράν.
ἰυγὴ δὲ φωνή τίς ἐστι, βοὴ ἀδιάρθρωτος ἀπὸ τοῦ συμβαίνοντος πεποιημένη. καὶ Ἐρατοσθένης ἐν ἀντεριννύι περὶ κυνὸς λέγων εἶπεν
ἰυγῆς δ’ ὡς παῦρον ἐπέκλυεν.ὅτ’ ἐς νομόν: ἐς τὸν νομὸν καὶ τὴν ὕλην καὶ τὸν ἀρδηθμὸν τὸ μεσημβρινὸν ἀίξαντος οὐκέτι τὰ σπειραχθέα κνώδαλα τούτου τὴν ἰυγὴν μίμνουσιν. Ἄλλως.
μεσημβρινὸν ἀίξαντος: ἤτοι τοῦ νομοῦ καὶ τῆς ὕλης καὶ τοῦ αρδηθμοῦ μείρονται· ἢ λείπει τὸ ὁρμῶσιν, ἵν’ ἡ ὅτ’ ἐς τὸν νομὸν καὶ τὴν ὕλην ὁρμῶσιν ἢ καὶ ἀρδηθμοῦ μείρονται, οὐκέτι τὴν ἰυγὴν ἐκείνου μίμνουσι τὸ μεσημβρινὸν ἀίξαντος.
Οὐδέ τις οὐδ’ οἰωνός: ἤτοι οὐδείς, φησι, τῶν οἰωνῶν τῷ σώματι τῷ ὑπὸ βασιλίσκου δηχθέντι προσελθεῖν δυνήσεται πρὸς τὸ θοινηθῆναι. Ἂλλως. πάντες οἰωνοὶ φεύγουσι τὸ σῶμα τοῦ δηχθέντος ὑπὸ τοῦ βασιλίσκου καὶ οὐδεὶς αὐτῶν πρόσεισιν εἰς τὸ θοινηθῆναι τὸν νεκρόν. ἀπείργει γὰρ ἡ ἐξ αὐτοῦ δυσωδία πάντας τοὺς οἰωνοὺς θανατικὴ οὖσα.
Κόραξτ’ ὀμβρήρεα: ὅτι χειμῶνα δηλοῦσιν οἱ κόρακες καὶ ὁ Ἄρατος μαρτυρεῖ λέγων (Phaen. 963 sq.)
δήποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν ὕδατος ἐρχομένοιο Διὸς περὶ σῆμ’ ἐγένοντο,καὶ Εὐφορίων ὁμοίως
ὑετόμαντις ὅτε κρώξειε κορώνη.
Εἰ δ’ ὀλοή: εἰ δέ τι τῶν ὀρνέων ὑπερβαλλούσῃ λιμώξει κατεχόμενον προσέλθῃ τῷ σώματι, αὐτόθεν ἀπόλλυται.
Τὸ δὲ αὐτόθεν ἀντὶ τοῦ αὐτόσε. τὸ γὰρ αὐτόθι ἐπὶ τόπου.
Πιφάσκεο: ἄκουε δὴ καὶ περὶ δρυΐνον, ὃν ἕτεροι χέλυδρον ὀνομάζουσιν. ἔστι δὲ ὄφις ὁ δρυΐνας ὃς ἐν ἀενάῳ λίμνῃ διατρίβει ἐν δρυσὶν ἢ φηγοῖσιν. ἄλλο δέ τί ἐστιν ἡ φηγὸς παρὰ τὴν δρῦν. Δρυΐναο: ὅτε καταλιπὼν τὴν λίμνην εἰς δρῦν ἔλθῃ, τότε δρυΐνας καλεῖται.
ὅγε ποι φηγοῖσιν: καὶ δὴ σημειωτέον ὅτι ἡ φηγὸς ἄλλο τί ποτέ ἐστι παρὰ τὴν δρῦν, τουτέστιν οὐκ ἔστι κυρίως δρῦς. Θεόφραστος δὲ (hist. plant. III 8, 2) πέντε γένη φησὶ δρυῶν εἶναι, ἓν δὲ τούτων τὴν φηγόν.
Μολουρίδας: καὶ γὰρ μολουρὶς ζῷόν ἐστιν ὅμοιον ἀκρίδι [ἄλλοι δὲ σίλφῃ εἶναι ὅμοιόν φασι G].
σπέρχεται δὲ ἀντὶ τοῦ διώκεται ὑπὸ τοῦ μύωπος. τοῦτον γὰρ τὸν ὄφιν ἀεί ποτε τείρει ὁ μύωψ καὶ διώκει αὐτόν. τότε οὐν, φησι, διωκόμενος ὑπ’ αὐτοῦ εἰς κοῖλον πρέμνον δρυὸς ὑπεδύσατο.
ἀρπεδὲς αὕτως: οἷον ἐπίπλατον καὶ ὁμαλόν· οἷον οὐκ ὀξυκέφαλός τις. ἔστι δὲ παρὰ τὴν ἔραν, ἤγουν τὴν γῆν, οἱονεὶ ἐροπεδές. ἢ ἁρπεδές, ἐπεὶ παρὰ τὴν ἁρπεδόνα λεπτόν.
ἐχθρὸν ἄηται: ἀπὸ δὲ τοῦ σώματος τοῦ θηρίου τοῦ δρυΐνου δυσωδία τις ἐκπέμπεται.
οἷον ὅτε πλαδόωντα ἕως τοῦ λάθαργοι: τοιαύτην, φησί, δυσωδίαν ἀπὸ τοῦ σώματος ὁ δρυΐνας ἀφίησιν, ὅσην καὶ οἱ περὶ τὰ δέρματα τῶν ἵππων σκώληκες ἀφιᾶσι τεμνόμενοι.
ἄρβηλοι δὲ λέγονται τὰ κυκλοτερῆ σιδήρια, οἷς οἱ σκυτοτόμοι τέμνουσι καὶ ξέουσι τὰ δέρματα. λάθαργοι δὲ οἱ ὑμένες καὶ τὰ ξύσματα τῶν δερμάτων. γναμπτόμενοι δέ, τουτέστι ξεόμενοι ὑπὸ τῶν ἀρβήλων, οἱονεὶ ὑπὸ τῶν σμιλῶν ἢ τῶν ξύστρων, οἱ λάθαργοι μυδόωσι, τουτέστι ὄζουσι γναμπτόμενοι ὑπὸ τοῖς ἀρβήλοις οἱ λάθαργοι. Γναμπτόμενοι
γὰρ ξεόμενοι· ἐξ οὗ καὶ κναφεύς. λέγεται δὲ ἀρβύλη καὶ περὶ τὸν τοῦ Εὐριπίδου Ὀρέστην (v. 140 sq.) ἆ ἆ σιγᾶτε μὴ ψοφῆτε, μηδὲ ἔστω κτύπος ἐπὶ λεπτὸν ἴχνος ἀρβύλης.Κώληπος: ἤγουν τοῦ ἀστραγάλου, ὡς Ὄμηρος (Il.Ψ 726)
κόψ’ ὄπιθεν κώληπα τυχών.
πνιγόεσσα δὲ ἤγουν χαλεπή, ὥστε τὸν ὀσφρανθέντα πνίγεσθαι. κεδαιομένη δὲ ἀντὶ τοῦ σκεδαννυμένη, οἱονεὶ μεριζομένη, κατὰ στέρησιν τοῦ σ. γράφεται καὶ κεδαννυμένη.