Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
πεδόωσι δὲ ἀντὶ τοῦ πεδοῦσιν, ἀμαυροῦσιν. ἅλυσθαίνοντος δέ, τουτέστιν ἀδημονοῦντος καὶ ἐν ἄλῃ τυγχάνοντος, ἤγουν ἀδημονίᾳ.
ῥινοὶ δὲ πλαδόωσιν: ἀντὶ τοῦ δυσωδίαν πέμπουσιν αἱ βύρσαι αὐτῶν.
νέμεθῶν δέ, ἤγουν νέμων, κατατρώγων καταδαπανᾷ καὶ δαμάζει.
κακοσταθέοντα δὲ ἤγουν μηδ’ ὁπωσοῦν ἠρεμοῦντα καὶ μηδὲ ἱστάμενον, ἀλλὰ κακῶς ἑστῶτα, ἢ σειόμενον διὰ τὸ βαρεῖσθαι.
οἳ δέ τε: τουτέστιν ἄλλοι πάλιν τῶν δηχθέντων μυκάζουσιν, οἱονεὶ ὡς αἶγες κράζουσιν, ἢ χασμῶνται κατὰ τὸν τρόπον τῶν αἰγῶν, ἢ βληχῶνται. περιπνιγέες δὲ ἀντὶ τοῦ περίπνιγοι, ἤγουν ὡσανεὶ περὶ τὸ πνίγεσθαι γίνονται.
οὖρα δ’ ἀπέστυπται: ἤγουν ἀποστύπτεται ἢ ἀποστύφεται, ἀντὶ τοῦ ὠχρὰ φαίνεται.
ῥέ δὲ ἤτοι πνευστιῶσι, ῥέγχουσι.
ἐπιδίψιος ἄτη: τὸ δὲ ἐπιδίψιος ἄτη ἀντὶ τοῦ δίψῃ χαλεπῇ συνεχόμενοι οἱ ἄνθρωποι ἀποθνήσκουσι.
τρόμον: καὶ γὰρ μετὰ τὰ προειρημένα πάντα καὶ τρόμος τις τοῖς μέλεσι τοῦ κάμνοντος περιτρέχει καὶ γίνεται.
φράζεο: ὅλος ὁ νοῦς τοῦ στίχου οὗτος, ὁ δράκων ἐτράφη μὲν ὑπὸ τοῦ Ἀσκληπιοῦ κατά τινα τόπον τοῦ Πηλίου καλούμενον Πελεθρόνιον, τὴν δὲ φύσιν ἐστὶ μέλας, ὑπόχλωρος τὴν κοιλίαν, καλὸς δὲ τὴν μορφήν, τοὺς ὀδόντας ἔχων τριστοίχους, τὸ δὲ ἐπισκύνιον παρεμφαίνων· καὶ κατὰ τὸν ἀνθερεῶνα λεπίδες ἐπεγηγερμέναι πώγωνος παρέχουσι φαντασίαν χολοβαφίνῷ σώματι προσεοικότος. τὸ δὲ δῆγμα ἄπρακτον καὶ τῷ τοῦ μυὸς δήγματι προσεοικός, κἂν σφόδρα χαλεπήνῃ. πολεμεῖται δὲ καὶ πολεμεῖ συνεχῶς τῷ ἀετῷ, πολλάκις μὲν καὶ
ἐπὶ τὴν νοσσιὰν παραγενόμενος καὶ τὰ ἐν αὐτῇ ὠὰ σιτούμενος, συνεχῶς δὲ κἀκείνῳ, ὅτε ἐπὶ ἁρπαγὴν ἀρνὸς ἢ λαγωοῦ τράπηται. Πελεθρόνιον δὲ τόπος ἐστὶ τοῦ Πηλίου ἀνθώδης· διὸ καὶ οὕτω καλεῖται ἀπὸ τοῦ πέλειν ἐκεῖσε τὰ ἄνθη· θρόνα γὰρ τὰ ἄνθη λέγονται.ἄγραυλος δὲ ἤτοι ἀγλαός, καλός, λαμπρός, εὐπρεπής, ὡραῖος φαίνεται.
ἐπισκύνιον δέ, ὃ καὶ σκύνιον, εἶπε τὸ ἐπάνω τῶν ὀφρύων.
κολοίβαφος δὲ ὁ χολῆς χρώματι βεβαμμένος, ἢ χλωρός, ὡσεῖ σμαραγδώδης ἢ χρυσίζων. αὕτως δὲ ὁμοίως τοῖς ἄλλοις ὄφεσιν.
οἷα νυχηβόρου: γράφεται καὶ μυχηβόρου, τοῦ ἐν τοῖς μυχοῖς ἐσθίοντος· ἐὰν δὲ οἷα νυχηβόρου, λέγεται τοῦ ἐν νυκτὶ ἐσθίοντος μυὸς ὃ ἂν εὕρῃ.
ὑπὸ κραντῆρος: κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.
ὄρνις αἰετὸς ἐκ παλακῆς: γράφεται γὰρ καὶ ἐξ αἴθρης. καὶ ἐὰν μὲν ᾖ ἐκ παλαχῆς, δῆλον ἀντὶ τοῦ ἐξ ἀρχῆς· ἐὰν δὲ καὶ ἐξ αἴθρης, ἐκ τοῦ αἰθέρος, ὑψόθεν.
βλώσκοντα δὲ ἤτοι ἀναστρεφόμενον, νεμόμενον τὸν δράκοντα λέγει.
τόκον κτίλα τ’ ὤεα: τὰ κτίλα ἐπὶ τῶν ἡμέρων καὶ τιθασσῶν τίθεται καὶ ἐπὶ τῶν τῆς ποίμνης προηγουμένων κριῶν καὶ ἐπὶ τῶν λιπαρῶν. ὁ δὲ Ἐμπεδοκλῆς ἐπὶ τῶν ἡμέρων καὶ πραέων
ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει,καὶ Ἡσίοδος
χρὴ πατρὶ κτίλον ἔμμεναι.ὁ δὲ ποιητὴς τὸν ἡγεμόνα τῶν ποιμνίων κριὸν λέγει (Il. Γ 196)
αὐτὸς δὲ κτίλος ὣς ἐπεπωλεῖτο στίχας ἀνδρῶν.
ἀτέλεστα διώκει: ὁ δράκων δηλαδὴ τὸν ἀετόν, καθὸ οὐδὲν αὐτῷ δύναται ποιῆσαι περιπετομένῳ ἐν ὕψει. τὸ δὲ ἀτέλεστα ἀντὶ τοῦ ἀτελείωτα.
τὸ δὲ ὑποδράξ ἀντὶ τοῦ ὑποβλεμματικῶς, ὑποβλεπόμενος.