Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
πιτνομένη δὲ ἀντὶ τοῦ ἐκτεινομένη ἢ ἐξαπλουμένη ἢ ῥηγνυομένη καὶ ἐκ τούτου ἀλγήματα παρέχουσα. νειόθι ἀντὶ τοῦ κάτωθεν, ὡς ἀπὸ σηπεδόνος ὑδατῶδες καὶ δίυγρον ἐποίησε τὸ δῆγμα.
Βροχθώδεϊ: ἢ ἀνύδρῳ ἢ ξηρᾷ· ἔνθεν καὶ βρόχθος. ἢ κοίλῃ ἢ ὀλίγον ὕδωρ ἐχούσῃ.
ἄσπειστον δὲ ἤτοι χαλεπὸν καὶ ἂσπονδον καὶ ἂστοργον παρὰ τὸ μὴ σπείσασθαι φιλίαν πρὸς ἀλλήλους.
καὶ σείριος νῦν ὁ ἥλιος, αντὶ τοῦ ἕως ἂν ξηραίνῃ ὁ ἥλιος.
τρύγη δ’ ἐνὶ πυθμένι λίμνης: ἵνα ᾖ ἐλλεῖπον τὸ μίμνειν. καὶ γίνεται ἀντὶ τοῦ τρυγητοῦ, τουτέστιν ἡ ξηρασία τῆς λίμνης.
ποιφύγδην: ἐνθουσιαστικῶς ἢ φυσητικῶς μεθ’ ὁρμῆς ἐκφοβῶν. τότε γὰρ καὶ τὴν γλῶσσαν προβάλλει ὁ χέρσυδρος. εἰσὶ γὰρ χέρσυδροι οἵτινες δύο γλῶσσας ἔχουσιν, οὓς Ἀριστείδης λίχνους εἶναί φησιν. ὄγμους δὲ ἤτοι ὁδοὺς ἢ τὰς ἐγχαράξεις τῆς γῆς. [γράφεται ἀγμοὺς ἀντὶ τοῦ αἰγιαλούς g].
τὸν δὲ μετ’ ἀμφίσβαιναν: ἡ ἀμφίσβαινα ὄφις ἐστὶ μικρὰ καὶ νωχελής, ἐξ ἑκατέρου μέρους ἔχουσα κεφαλάς, ἀμβλυωποῦσα δὲ διὰ τὴν παχύτητα τῶν γενείων· κατὰ δὲ τὴν χροιὰν γεώδης ἐστί, μικραῖς ποικιλλομένη στιγμαῖς. τοῦτον δὲ τὸν ὄφιν οἱ περιτυχόντες ὑλοτόμοι ἐπὰν κτείνωσι, τὴν δορὰν περιτιθέντες βακτηρίᾳ ξηραίνουσι, καὶ πρός γε τοὺς κόπους καὶ τὰς ἐκ ψύχους νάρκας ἔχουσι βοήθημα.
ἀμφικάρηνον δὲ τὴν ἀμφοτέρωθεν κεφαλὰς ἔχουσαν. καὶ ὀλίζωνα ἀντὶ τοῦ μικροφυῆ, μικράν, βραδεῖαν.
ἀμβλύ: οὐκ ὀξύ, ἀλλ’ ἀμβλύ, οἷον στρογγυλοειδὲς καὶ
ἀμβλυωπὸν ἐξ ἑκατέρων τῶν κεφαλῶν. γένειον δὲ ἀντὶ τοῦ ἡ γένυς, ἡ σιαγών.τὸ δὲ ἠύτε γαίης, ὅτι γεῶδές ἐστι τὸ χρῶμα.
περιστιγές: ἐὰν μὲν ἔχῃ οὕτως, περιστιγές, ἔσται τὸ ποικίλον δηλούμενον· ἐὰν δέ, ὡς ἔνιοι γράφουσι, περιστιβές, ἀντὶ τοῦ πεπιλημένον, ἀπὸ τοῦ πατεῖσθαι. καὶ ὁ κναφεὺς ἀπὸ τούτου καὶ στιβεὺς καλεῖται. διὰ δὲ τοῦ πεπιλημένου δηλωθήσεται τὸ στερεόδερμον τοῦ θηρίου.
βατῆρα δὲ τὴν βακτηρίαν κατὰ ἀφαίρεσιν τοῦ κ. καὶ Ἡρώδης ὁμοίως ὁ ἡμιαμβικὸς ἐν τῷ ἐπιγραφομένῳ Ὕπνῳ
φεύγωμεν ἐκ προσώπου μή σ’ ἐκπερῶν ὁ πρέσβυς οὐλῇ κατ’ εὐθὺ* βατηρίῃ καλύψῃ.ἡ δὲ σύνταξις οὕτως, κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο οἷά τινα βακτηρίαν, τουτέστι τοσοῦτον τῷ μήκει ῥάδικα ὅσον βακτηρίαν. τινές φασιν οἷον βοτῆρα, τουτέστι ποιμένα, ῥάβδον μεθ′ ἧς βόσκουσι. Δημήτριος δὲ ὁ Χλωρὸς βοτῆρα γράφει τὴν βακτηρίαν, ἐπεὶ τὰ βοτὰ ἐλαύνει. Ἀντίγονος δὲ καὶ βατῆρα. ὅτι δέ, φησιν, ἐκδείραντες τὴν ἀμφίσβαιναν τιθέασιν ἐν ῥάβδῳ τὸ δέρμα αὐτῆς, ὅταν ἐξέρχωνται ἐπὶ ἔργον, ἐν ἐκείνῳ διατρίβουσι τὰς χεῖρας καὶ θερμαίνονται. φασὶ δὲ μήτε ξύλῳ μήτε ἑτέρῳ τινὶ ἀναιρεῖσθαι τὸ ζῷον εἰ μὴ ἀμπέλῳ. Νίκανδρος δὲ ἐν τῷ Ὀφιακῷ φησι Διόνυσον ἐμμανῆ γενόμενον ὑπὸ τῆς Ἥρας ὑπνῶσαι, τὴν δὲ ἀμφίσβαιναν πεδῆσαι αὐτοῦ τὰ σκέλη· τὸν δὲ ἀναστάντα καὶ πλήξαντα τῷ κλήματι ἀποκτεῖναι· ὅθεν καὶ ἔκπαλαι καὶ νῦν κλήματι τελευτᾷ.
πρόσθε βοῆς τέττιγος: γράφεται καὶ κόκκυγος· πρὸ τοῦ ἔαρος, ἤγουν ἐν τῷ χειμῶνι, πρὶν τὸν κόκκυγα ἐπιφανῆναι
ἢ τὸν τέττιγα. ἐαρτέρου δὲ ἐαρινοῦ. συγκριτικὸν γὰρ τέθεικεν ἀνθ’ ἁπλοῦ.μάλκαι: τὴν μάλκην φησὶ Νίκανδρος ἐν Γλώσσαις ῥῖγος περὶ τοὺς πόδας καὶ χεῖρας, καὶ ὑποδείγματα τίθησιν
πνεύματος ἀργαλέοιο πόνοιό τε μαλκίοντος.Δημήτριος δὲ διασπᾶσθαι διὰ τὸ ῥῖγος. ἡμῖν δ’ ἀρέσκει νῦν μαλκᾶν ναρκᾶν, δι’ οὗ τὸ ψῦχος σημαίνει. καὶ γὰρ αὐτὸς Νίκανδρος ὁτὲ μὲν ἐπὶ ψύχους ὁτὲ δὲ ἐπὶ τοῦ ναρκᾶν κέχρηται· καὶ ἐπὶ μὲν τοῦ ψύχους ἐν τῇ Σικελίᾳ τὸν τρόπον τόνδε,
ὄμβρῳ τε κρυμῷ τε δέμας θ’ ὅτε δάμνατο μαλκόν·ἐπὶ δὲ τοῦ ναρκᾶν μόνον ἐν τοῖς Κιμμερίοις εἶπεν. Ἂλλως. μάλκαι: μαλακίαι, δυσκινησίαι διὰ τὸ κρύος. καθ’ ὑπερβολὴν δὲ λέγει. οἱ δὲ μάλκας τὰ χίμετλα, ἤγουν τὰς ῥήξεις τῶν χειρῶν καὶ τῶν ποδῶν.
Ξανάᾳ: θερμαίνει. τὰ ἐκ τοῦ ξαίνειν γενόμενα ταῖς γυναιξὶ πάθη ἐν χειμῶνι ξανάᾳ λέγεται, ὅτε τὰ ἄκρα τῶν δακτύλων δυσκίνητα ἔχωσιν αἱ γυναῖκες. ἐπιτήδειόν φησιν τὸ τῆς ἀμφισβαίνης δέρμα εἰς ἴασιν τῆς δυσκινησίας. ξανάᾳ οὖν ἀντὶ τοῦ ἐπιτείνεται.
σμινύοιο: σιδήρεόν τι κατὰ μὲν τὸ ἕτερον δικέλλης ὀδόντι παραπλήσιον, κατὰ δὲ τὸ ἄλλο ἀξίνης ᾗ σκάπτουσι καὶ ξύλα κλῶσιν.
τῆς δ’ ἕλμινθος πέλει: τῆς δὲ ἀμφισβαίνης, φησί, τὸ σῶμα λεπτὸν ὡς ἕλμινθος. καὶ γὰρ ἡ ἕλμις λεπτή ἐστιν, ᾗ παρείκασε τὰ λεγόμενα γῆς ἔντερα.
ῥωγάδα: κεχαραγμένην, τουτέστι τὸν φωλεόν. οὐ γὰρ αὕτη ἡ σκυτάλη γεύεται μαλάθρου, ὡς οἱ ἄλλοι, ὅταν, φησίν, ὑπὸ τοῦ ἡλίου τὸν περὶ τὰ μέλη φλοῦν ἀποβάλλῃ, τουτέστι τὸ γῆρας. Τὰ γὰρ ἄλλα ἑρπετὰ παραυτίκα ἐξιόντα ἐκ τῶν φωλεῶν ὁρμᾷ ἐπὶ τὴν μάλαθρον διὰ τὸ ἀμβλυωπεῖν, ἧς ἀποτρώγοντα ὀξυδερκέστερα γίνεται καὶ
ὀξυωπέστερα, καθ’ ὃν καιρὸν καὶ τὸν φλοῦν, τουτέστι τὸ γῆρας, ἀποβάλλει, παρατριβόμενα κατὰ τὴν ἔξοδον ἐν ταῖς χειαῖς.Ἀλλ’ ἥ γ’ ἁρπέζαις: ἅρπεζα τὸ κάτω καὶ ἔσχατον τοῦ ὄρους, ἤγουν ἡ πέζα τοῦ ὄρους, οἱονεὶ ὁρόπεζα. νεμέεσσι δὲ τοῖς πρὸς νομὴν ἐπιτηδείοις.
ἀπ’ εἰκαίης δὲ βοτεῖται: γράφεται καὶ φορεῖται, τουτέστιν ἀπὸ τῆς εὐτελοῦς καὶ τῆς τυχούσης γῆς τρέφεται ἢ ἐμφορεῖται.