Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

πρόσθε βοῆς τέττιγος: γράφεται καὶ κόκκυγος· πρὸ τοῦ ἔαρος, ἤγουν ἐν τῷ χειμῶνι, πρὶν τὸν κόκκυγα ἐπιφανῆναι

ἢ τὸν τέττιγα. ἐαρτέρου δὲ ἐαρινοῦ. συγκριτικὸν γὰρ τέθεικεν ἀνθ’ ἁπλοῦ.

μάλκαι: τὴν μάλκην φησὶ Νίκανδρος ἐν Γλώσσαις ῥῖγος περὶ τοὺς πόδας καὶ χεῖρας, καὶ ὑποδείγματα τίθησιν

πνεύματος ἀργαλέοιο πόνοιό τε μαλκίοντος.
Δημήτριος δὲ διασπᾶσθαι διὰ τὸ ῥῖγος. ἡμῖν δ’ ἀρέσκει νῦν μαλκᾶν ναρκᾶν, δι’ οὗ τὸ ψῦχος σημαίνει. καὶ γὰρ αὐτὸς Νίκανδρος ὁτὲ μὲν ἐπὶ ψύχους ὁτὲ δὲ ἐπὶ τοῦ ναρκᾶν κέχρηται· καὶ ἐπὶ μὲν τοῦ ψύχους ἐν τῇ Σικελίᾳ τὸν τρόπον τόνδε,
ὄμβρῳ τε κρυμῷ τε δέμας θ’ ὅτε δάμνατο μαλκόν·
ἐπὶ δὲ τοῦ ναρκᾶν μόνον ἐν τοῖς Κιμμερίοις εἶπεν. Ἂλλως. μάλκαι: μαλακίαι, δυσκινησίαι διὰ τὸ κρύος. καθ’ ὑπερβολὴν δὲ λέγει. οἱ δὲ μάλκας τὰ χίμετλα, ἤγουν τὰς ῥήξεις τῶν χειρῶν καὶ τῶν ποδῶν.

Ξανάᾳ: θερμαίνει. τὰ ἐκ τοῦ ξαίνειν γενόμενα ταῖς γυναιξὶ πάθη ἐν χειμῶνι ξανάᾳ λέγεται, ὅτε τὰ ἄκρα τῶν δακτύλων δυσκίνητα ἔχωσιν αἱ γυναῖκες. ἐπιτήδειόν φησιν τὸ τῆς ἀμφισβαίνης δέρμα εἰς ἴασιν τῆς δυσκινησίας. ξανάᾳ οὖν ἀντὶ τοῦ ἐπιτείνεται.

σμινύοιο: σιδήρεόν τι κατὰ μὲν τὸ ἕτερον δικέλλης ὀδόντι παραπλήσιον, κατὰ δὲ τὸ ἄλλο ἀξίνης ᾗ σκάπτουσι καὶ ξύλα κλῶσιν.

τῆς δ’ ἕλμινθος πέλει: τῆς δὲ ἀμφισβαίνης, φησί, τὸ σῶμα λεπτὸν ὡς ἕλμινθος. καὶ γὰρ ἡ ἕλμις λεπτή ἐστιν, ᾗ παρείκασε τὰ λεγόμενα γῆς ἔντερα.

ῥωγάδα: κεχαραγμένην, τουτέστι τὸν φωλεόν. οὐ γὰρ αὕτη ἡ σκυτάλη γεύεται μαλάθρου, ὡς οἱ ἄλλοι, ὅταν, φησίν, ὑπὸ τοῦ ἡλίου τὸν περὶ τὰ μέλη φλοῦν ἀποβάλλῃ, τουτέστι τὸ γῆρας. Τὰ γὰρ ἄλλα ἑρπετὰ παραυτίκα ἐξιόντα ἐκ τῶν φωλεῶν ὁρμᾷ ἐπὶ τὴν μάλαθρον διὰ τὸ ἀμβλυωπεῖν, ἧς ἀποτρώγοντα ὀξυδερκέστερα γίνεται καὶ

ὀξυωπέστερα, καθ’ ὃν καιρὸν καὶ τὸν φλοῦν, τουτέστι τὸ γῆρας, ἀποβάλλει, παρατριβόμενα κατὰ τὴν ἔξοδον ἐν ταῖς χειαῖς.

Ἀλλ’ ἥ γ’ ἁρπέζαις: ἅρπεζα τὸ κάτω καὶ ἔσχατον τοῦ ὄρους, ἤγουν ἡ πέζα τοῦ ὄρους, οἱονεὶ ὁρόπεζα. νεμέεσσι δὲ τοῖς πρὸς νομὴν ἐπιτηδείοις.

ἀπ’ εἰκαίης δὲ βοτεῖται: γράφεται καὶ φορεῖται, τουτέστιν ἀπὸ τῆς εὐτελοῦς καὶ τῆς τυχούσης γῆς τρέφεται ἢ ἐμφορεῖται.