Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

τρύγη δ’ ἐνὶ πυθμένι λίμνης: ἵνα ᾖ ἐλλεῖπον τὸ μίμνειν. καὶ γίνεται ἀντὶ τοῦ τρυγητοῦ, τουτέστιν ἡ ξηρασία τῆς λίμνης.

ποιφύγδην: ἐνθουσιαστικῶς ἢ φυσητικῶς μεθ’ ὁρμῆς ἐκφοβῶν. τότε γὰρ καὶ τὴν γλῶσσαν προβάλλει ὁ χέρσυδρος. εἰσὶ γὰρ χέρσυδροι οἵτινες δύο γλῶσσας ἔχουσιν, οὓς Ἀριστείδης λίχνους εἶναί φησιν. ὄγμους δὲ ἤτοι ὁδοὺς ἢ τὰς ἐγχαράξεις τῆς γῆς. [γράφεται ἀγμοὺς ἀντὶ τοῦ αἰγιαλούς g].

τὸν δὲ μετ’ ἀμφίσβαιναν: ἡ ἀμφίσβαινα ὄφις ἐστὶ μικρὰ καὶ νωχελής, ἐξ ἑκατέρου μέρους ἔχουσα κεφαλάς, ἀμβλυωποῦσα δὲ διὰ τὴν παχύτητα τῶν γενείων· κατὰ δὲ τὴν χροιὰν γεώδης ἐστί, μικραῖς ποικιλλομένη στιγμαῖς. τοῦτον δὲ τὸν ὄφιν οἱ περιτυχόντες ὑλοτόμοι ἐπὰν κτείνωσι, τὴν δορὰν περιτιθέντες βακτηρίᾳ ξηραίνουσι, καὶ πρός γε τοὺς κόπους καὶ τὰς ἐκ ψύχους νάρκας ἔχουσι βοήθημα.

ἀμφικάρηνον δὲ τὴν ἀμφοτέρωθεν κεφαλὰς ἔχουσαν. καὶ ὀλίζωνα ἀντὶ τοῦ μικροφυῆ, μικράν, βραδεῖαν.

ἀμβλύ: οὐκ ὀξύ, ἀλλ’ ἀμβλύ, οἷον στρογγυλοειδὲς καὶ

ἀμβλυωπὸν ἐξ ἑκατέρων τῶν κεφαλῶν. γένειον δὲ ἀντὶ τοῦ ἡ γένυς, ἡ σιαγών.

τὸ δὲ ἠύτε γαίης, ὅτι γεῶδές ἐστι τὸ χρῶμα.

περιστιγές: ἐὰν μὲν ἔχῃ οὕτως, περιστιγές, ἔσται τὸ ποικίλον δηλούμενον· ἐὰν δέ, ὡς ἔνιοι γράφουσι, περιστιβές, ἀντὶ τοῦ πεπιλημένον, ἀπὸ τοῦ πατεῖσθαι. καὶ ὁ κναφεὺς ἀπὸ τούτου καὶ στιβεὺς καλεῖται. διὰ δὲ τοῦ πεπιλημένου δηλωθήσεται τὸ στερεόδερμον τοῦ θηρίου.

βατῆρα δὲ τὴν βακτηρίαν κατὰ ἀφαίρεσιν τοῦ κ. καὶ Ἡρώδης ὁμοίως ὁ ἡμιαμβικὸς ἐν τῷ ἐπιγραφομένῳ Ὕπνῳ

φεύγωμεν ἐκ προσώπου μή σ’ ἐκπερῶν ὁ πρέσβυς οὐλῇ κατ’ εὐθὺ* βατηρίῃ καλύψῃ.
ἡ δὲ σύνταξις οὕτως, κόψαντες ῥάδικα πολυστεφέος κοτίνοιο οἷά τινα βακτηρίαν, τουτέστι τοσοῦτον τῷ μήκει ῥάδικα ὅσον βακτηρίαν. τινές φασιν οἷον βοτῆρα, τουτέστι ποιμένα, ῥάβδον μεθ′ ἧς βόσκουσι. Δημήτριος δὲ ὁ Χλωρὸς βοτῆρα γράφει τὴν βακτηρίαν, ἐπεὶ τὰ βοτὰ ἐλαύνει. Ἀντίγονος δὲ καὶ βατῆρα. ὅτι δέ, φησιν, ἐκδείραντες τὴν ἀμφίσβαιναν τιθέασιν ἐν ῥάβδῳ τὸ δέρμα αὐτῆς, ὅταν ἐξέρχωνται ἐπὶ ἔργον, ἐν ἐκείνῳ διατρίβουσι τὰς χεῖρας καὶ θερμαίνονται. φασὶ δὲ μήτε ξύλῳ μήτε ἑτέρῳ τινὶ ἀναιρεῖσθαι τὸ ζῷον εἰ μὴ ἀμπέλῳ. Νίκανδρος δὲ ἐν τῷ Ὀφιακῷ φησι Διόνυσον ἐμμανῆ γενόμενον ὑπὸ τῆς Ἥρας ὑπνῶσαι, τὴν δὲ ἀμφίσβαιναν πεδῆσαι αὐτοῦ τὰ σκέλη· τὸν δὲ ἀναστάντα καὶ πλήξαντα τῷ κλήματι ἀποκτεῖναι· ὅθεν καὶ ἔκπαλαι καὶ νῦν κλήματι τελευτᾷ.