Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

πολύστροιβον: τουτέστι πολλὰς ἴλιγγας ἔχοντα καὶ ἀπειροπληθῆ καὶ ἀπλήρωτα καὶ πολλὰ ῥεύματα. καὶ γὰρ στρόβος ἐκεῖνα λέγεται, ἡ τῶν ὑδάτων στροφή.

κυβερνητῆρα: ἡ αἱμορροῒς ἔδακε Κάνωβον, τὸν κυβερνήτην τοῦ Μενελάου, καθεύδοντα ἐν τῷ πρὸς Αἴγυπτον αἰγιαλῷ καὶ ἐνῆκεν αὐτῷ ἰόν.

Θώνιος δὲ ἤτοι ἐν τοῖς ψαμάθοις καὶ τοῖς αἰγιαλοῖς τοῦ Θώνιος. Θῶνις γὰρ βασιλεὺς γέγονε τῆς Αἰγύπτου.

ὁλκόν: ἤτοι σώμα. εἰδέναι χρὴ ὅτι εἰς ἀρσενικὸν μετήγαγε τὸν λόγον συμφωνῶν τοῖς προσάγουσιν. ἀκάνθης δὲ ἤτοι τῆς αἱμορροΐδος τὴν ἄκανθαν, δηλονότι τὸ κέντρον αὐτὸ τὸ λεγόμενον κοινῶς, ἔκλασεν ἡ Ἑλένη χαλεπήνασα τοῖς ἑρπετοῖς διὰ τὸ τὸν κυβερνήτην, καθὸ εἴρηται, ἀπολωλέναι.

καὶ τὸ ῥάχις δ’ ἐξέδραμε γυίων ἀντὶ τοῦ ἐξῆλθον οἱ σπόνδυλοι τῆς ῥάχεως. Σημείωσαι δὲ ὅτι ἀπὸ τοῦ θηλυκοῦ, τῆς αἱμορροΐδος, εἰς ἀρσενικὸν ἀνήνεγκε τὸν λόγον.

Ἀλλ’ ὁ μὲν εἴδει: καὶ γὰρ τῇ μὲν ὄψει τῷ αἱμορρόῳ ὅμοιόν ἐστιν, τῇ δὲ πορείᾳ διαλλάττει, παρ’ ὅσον ἀντίον [τοῦ αἱμόρρου]

πορεύεται καὶ οὐ σκολιῶς, καθάπερ ἐκεῖνός τε καὶ οἱ κεράσται. σηπεδὼν δὲ εἴρηται, ὅτι σήπει τῷ ὀδόντι τὰ σώματα.

ἔμπλην ἄμμορον: παρὰ Ἀρχιλόχῳ ἔμπλην ἐμοῦ τε καὶ φίλου καὶ τὰ ἑξῆς· τὸ δὲ πλησίον παρὰ τῷ ποιητῇ (II. Β. 526)

Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο.
ἐνταῦθα δὲ ἐπὶ τοῦ χωρίς τακτέον. οὐ γὰρ τῷ ἐναντίως πορεύεσθαι διαλλάσσει ἐκείνων μόνον, ἀλλὰ καὶ τῷ κέρατα μὴ ἔχειν, τῶν προειρημένων ἐχόντων. Ἄλλως. τὸ σῶμα αὐτοῦ ἄμοιρον τῶν κεράτων. ἐκ παραλλήλου οὖν τὸ αὐτό φησι καὶ τὸ ἔμπλην, ἤγουν τὸ χωρίς, καὶ τὸ ἄμοιρον.

Ἡ δέ νυ χροιὴ οἵη περ δάπιδος: τοῦ λεγομένου τάπητος. οὕτω, φησί, ποικίλη ἐστὶν ἡ χροιὰ αὐτοῦ καὶ δασεῖα. σαφὲς δὲ περὶ σηπεδόνος. τοῦ γὰρ τῆς δάπιδος χρώματος μὴ ὡρισμένου ὁμοιοῦται αὐτὴν τῇ σηπεδόνι κατὰ χροιάν. εἰ μὴ ἄρα πλεῖστον κόκκινα γίνονται· τοιοῦτον βούλεται δηλοῦν τὸ σῶμα αὐτοῦ, οἷον κόκκινον. λέγοι δ’ ἄν περὶ τῆς δασείας δάπιδος, οὐ περὶ τῆς ψιλῆς, ἵνα ἅμα καὶ τὸ δασὺ αὐτοῦ σημαίνῃ.