Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ὑποψοφέων: μεταφορικῶς· ἡρέμα ἕρπει προσπταίων, τουτέστι τραχύνεται τῇ φολίδι ἡ γαστήρ, καὶ παρασύρων προστρίβεται τῇ γῇ καὶ ὑποψοφεῖ, οἷα χύσιν καλάμης διέρπων, τουτέστιν ὡσεὶ καλάμους διέρπων, ἤγουν βαδίζων.
γαστὴρ δ’ ὑδατόεσσα: ἀντὶ τοῦ πολλὰ ὕδατα πίνει ὁ δηχθείς, ἡ δὲ ὑδατώδης αὐτοῦ γαστὴρ σκαίρει καὶ πηδᾷ. τοῦτο γὰρ τὸ πιδύεται. κυρίως δὲ τὸ πίνειν, ἐξ οὗ καὶ τὸ πῖδαξ ἡ πηγή.
πεφορυγμένον δὲ ἤγουν μεμολυσμένον, ὅ ἐστιν ἀναμεμιγμένον καὶ σνγκεκραμένον τῷ χολώδει ἰῷ
αἱ δ’ ὑπὸ γυίοις: αἱ δὲ ὑπὸ τοῖς μέλεσιν ὠτειλαὶ ῥήγνυνται.
εἶπε γὰρ ὅτι ὅλον τὸ σῶμα πελιδνοῦται καὶ ὠτειλῶν πληροῦται· ὠτειλαὶ δὲ αἱ πληγαί εἰσι. καὶ Ἀπολλώνιος δέ φησι τῶν πληγέντων ὑπὸ αἱμορροΐδος ῥήγνυσθαι καὶ τὰς ὠτειλάς.πίμπραται: τουτέστιν ὑποκαίεται καὶ πυροῦται τὰ οὖλα, ὡς ὑπὸ πεπέρεως ἢ σινάπεως, ἤγουν πυρακτοῦνται καὶ ἀναβράζουσιν.
ἀσταγὲς δὲ ἤτοι ἄστακτον ἢ μὴ στάζον, ἀλλὰ κρουνηδὸν φερόμενον, οἱονεὶ πολυσταγές.
μυδόωντες δὲ ἤτοι δυσώδεις, δίυγροι τῇ σήψει τῶν οὔλων καὶ τοῦ αἵματος· ἢ ὄζοντες, καὶ δυσωδίαν πνέοντες.
εἴ γ’ ἔτυμον: τὸ ἑξῆς, τῶν δ’ Ἑλένη μέσον ὁλκὸν ἀνέκλασεν, εἶτα, εἴ γ’ ἔτυμον Τροίηθεν ἰοῦσα. ἰστέον δὲ ὅτι ἀπὸ Τροίας ὑποστρέφων ὁ Μενέλαος σὺν τῇ Ἑλένῃ ἐπλανήθη καὶ ἦλθεν εἰς Αἴγυπτον. ὁ γοῦν κυβερνήτης αὐτοῦ Κάνωβος ἐξελθὼν κοιμηθῆναι ἐν τῷ αἰγιαλῷ ἄκων ἀπεκοιμήθη καὶ ἐπιπέπτωκεν αἱμορροΐδι, ἥτις θλιφθεῖσα ὑπ’ αὐτοῦ τὸν αὐχένα καὶ ὀδυνηθεῖσα ἐξελθοῦσα ἔδακεν αὐτόν. θνήσκοντα οὖν ὑπ’ αὐτῆς τὸν κυβερνήτην θεωρήσασα ἡ Ἑλένη καὶ ὀργισθεῖσα ταῖς αἱμορροΐσιν, ἔκλασε τὴν ἄκανθαν αὐτῆς καὶ ἐξέβαλε τοὺς τῆς ῥάχεως αὐτῆς σπονδύλους, καὶ ἔκτοτε αἱ αἱμορροΐδες καὶ οἱ σκολιοὶ καὶ οἱ πλάγιοι κατὰ τὴν πορείαν κεράσται κεκλασμένοι εἰσὶ τὰς ῥάχεις. καὶ ἡ μὲν ἱστορία οὕτως. τὸ δὲ χαλέψατο ἀντὶ τοῦ: ὠργίσθη τῶν αἱμορροΐδων τῷ γένει.