Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
[κράατι: καὶ τοῦ μετρίου μείζονα μὲν τὴν κεφαλὴν φορεῖ, ἀποδέουσαν δὲ τοῦ λοιποῦ σώματος G.]
σκολιήν: καὶ γὰρ τὸ ἄκρον τῆς οὐρᾶς μακρὸν ἔχει καὶ σκολιόν, εἰς σκολιόν τι ἀνατέταται, ὡς συγκαλύπτεσθαι τὸ μῆκος.
ὡς γήρεια: καὶ γὰρ γήρεια λέγεται ἡ τῶν κινάρων ἐξάνθησις· ἀκανθώδης γάρ ἐστι. τῶν δηχθέντων γάρ, φησιν, ὑπὸ σηπεδόνος αἱ ·τρίχες ἀπορρέουσι καὶ ἐκπίπτουσιν ἴσα κινάρων ἀκάνθαις καὶ ἐξανθήσεσι. τὸ δὲ καταψηχθέντος ἀντὶ τοῦ καταψηχθείσης καὶ ἀποτιναχθείσης. κέχρηται δὲ τούτῳ τῷ σχήματι πολλάκις. Θεό φραστος δὲ ἀρσενικῶς εἶπε τὸν ἄκανθον.
ἀλφοὶ δὲ καὶ λευκαὶ καὶ ἔφηλις εἴδη εἰσὶ νόσων. καί φησιν οὕτως· ἡ ἔφηλις μὲν ἡ ἐπὶ τοῦ σώματος γινομένη σπίλος, ἀλφοὶ δὲ καὶ λεῦκαι ἐφήλιδός εἰσιν εἰς παρασκευήν. ἡ δὲ ἔφηλις ἑτεροίωσίς ἐστι τῆς ἐπιφανείας
ναὶ μὴν διψάδος: εἶδός τι καὶ τὴν διψάδα φησὶν ὄφεων, ἣν καὶ κεντρίνην καλοῦσιν, ἐπεὶ εἰς ὀξὺ τὴν ὄψιν ἀπὸ ὀλίγου μέρους ἔχει κατηγμένην, ὡς δοκεῖν κέντρον εἶναι. ἔχει δὲ παχὺν τὸν τράχηλον καὶ πλατεῖαν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν κατακόρως μέλαιναν.
οἷσιν ἐνισκήψῃ βλοσυρόν: γράφεται καὶ ἐνιχρίμψῃ, ἤτοι ἐμπέσῃ τὸ καταπληκτικὸν θηρίον ἢ ἐπιβάλῃ.
ἀμφὶ δὲ κάσῳ: γράφεται γὰρ καὶ κάσος. καὶ καῦσος ἐπέρχεται καὶ εἴωθεν ἐπακολουθεῖν τοῖς ὑπὸ διψάδος πληγεῖσιν, ἤγουν δηχθεῖσιν.
χανδόν: ἀντὶ τοῦ πολὺ καὶ ἀθρόον ἢ κεχηνότως, ὡς ὁ ποιητής (Od. Φ 294)
ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ.πολλῆς δ’ ἐμφάσεως καὶ σεμνότητος γέμει ὁ λόγος. φησὶ γὰρ ὅτι πληγείς τις καὶ δηχθεὶς ὑπὸ τῆς διψάδος ἴσα ταύρῳ διψῶντι καὶ ἀθρόως ἐν ποταμῷ πίνοντι προσέοικεν, ἐπὶ τοσούτῳ δὲ πίνει, ἕως διαρραγείη τὴν γαστέρα ὑπὲρ μέτρον πλησθείς.