Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἁματροχιῇσιν: ἀντὶ τοῦ ἁρματροχιαῖς, λέγει γὰρ ταῖς χαράξεσι τοῦ τροχοῦ, ταῖς γινομέναις εἰ τὴν γῆν. ἐν αὐταῖς γὰρ κοιμᾶται ὁ κεράστης ἔχις. τὸ δὲ ἐνδυκὲς αὔει ἀντὶ τοῦ ἐπιμελῶς καὶ συνεχῶς κοιμᾶται ἢ διάγει. ἐξενήνεκται δὲ χωρὶς τοῦ ι. ἔστι δὲ τὸ πλῆρες ἰαύει.

θοὸς ἀντία θύνει: ὁ ἔχις ἀντίον τρέχει ὀρθῶς καὶ συντόμως τῷ μηρύγματι, ἤτοι τῷ ἐπισπασμῷ τῆς γαστρός.

αὐτὰρ ὅγε: ὁ δὲ κεράστης πλάγιος ἐπικυλίεται τῷ σώματι.

τετρηχότι δὲ ἢ δασεῖ ἢ τραχεῖ· διὸ καὶ ἠχεῖ ἡ πορεία αὐτοῦ ἐκ δὲ τοῦ πορεύω γέγονε πορεία, ὥσπερ ἐκ τοῦ περισσεύω περισσεία.

τράμπιος ὁλκαίης: ἤτοι τῆς ἐπισπωμένης. πολλῆς δὲ ἐμφάσεως ἡ παραβολὴ γέμει καὶ σεμνότητος κατὰ τὴν συνθήκην. τράμπις δέ ἐστι βαρβαρικὸν πλοῖον. καταχρηστικῶς δὲ εἶπεν. ὁ γὰρ νοῦς οὕτως, τοῦ πλοίου τὴν ὁλκὴν ποιοῦντος ἴσος ἐν τῷ καμάτῳ, τουτέστι τῷ βαδίσματι. ὥσπερ γὰρ τὸ πλοῖόν, φησι, τῇ βίᾳ τοῦ ἀνέμου ἐκκρούεται, ἤγουν ἀποπέμπεται, ἔξω τῆς εὐθείας ὁδοῦ καὶ πλάγιον, ἤγουν ἐπίπλευρον, φέρεται, οὕτως καὶ ὁ κεράστης πλάγιος καὶ ἐπίπλευρος ἕρπει. ὅτι πλοῖον ἡ τράμπις καὶ Λυκόφρων φησί (v. 97),

τράμπις σ’ ὀχήσει καὶ Φερέκλειοι πόδες.
ὑπὸ γὰρ τοῦ Φερέκλου κατεσκευάσθησαν αἱ νῆες τῷ Ἀλεξάνδρῳ. Ἀκάτω ἴσος: ἐὰν μὲν ᾖ ἀκάτῳ, ἐκ δισσοῦ κεῖται ἡ λέξις· ἐὰν δὲ καμάτῳ, ὅπερ ἄμεινον, ἀντὶ τοῦ πλῷ.

τὸ δὲ ἀπόκρουστος ἤτοι πλαγιαζομένη ἢ ἀποκρουομένη ἢ κλυζομένη τῇ πνοῇ τοῦ λιβός. ἢ ἀπόκρουστος ὡσανεὶ ἀπόβλητος καὶ οἷον ἀποπεμπομένη καὶ ἀποβαλλομένη τῆς εὐθείας ὁδοῦ.

Ἥλῳ ἐειδόμενον: ἧλος σκλήρωμά ἐστι περὶ τὰ πέλματα τῶν ποδῶν γινόμενον στρογγύλον καὶ παραπλήσιον τοῖς τῶν ἥλων κεφαλίοις. ἔστι δὲ ἧλος τὸ ἐπιδημίως καλούμενον καρφίον.

φλύκταιναι: ἤτοι αἱ φλυκτίδες αἱ περὶ τὸ δῆγμα μικρὸν ἐπανιστᾶσαι καὶ ἀδιάγνωστοι περὶ τὴν πρόσοψιν. πέμφιξι δὲ ταῖς φύσαις, ταῖς ἐν τοῖς ὕδασι γινομέναις πομφόλυξιν.