Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἤτοι ἀφαυρότερον: δηλαδὴ ἀνεπαισθήτως ἀλγοῦσιν οἱ δηχθέντες. ἢ ἀσθενέστερον καὶ σύντονον. ἐπιφέρει γὰρ καὶ ἐννέα αὐγάς, ὅτι ἐπὶ ἐννέα ἡμέρας μόνον ζῶσιν οἱ δηχθέντες ὑπὸ κεράστου.

οἷσι κεράστης: τὸ δὲ οἷσιν ἀντὶ τοῦ ᾧτινι. ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πλῆθος, δέον εἰπεῖν ὅτε κεράστης.

ἀσκελές: ἀδιαλείπτως, σκληρῶς, ἢ ἴσον ἐν τοῖς δύο βουβῶσι.

μόγις γε μέν: νοητέον τὸ· μόγις γε μέν ἀντὶ τοῦ σπανίως. ἢ διχῶς γράφεται πολεῖς, ἵν’ ᾖ πολλοὶ ἐξέφυγον τὴν μοῖραν, ὡσανεὶ καὶ ἔζησαν.

ὑπάρπεζον: Αἰτωλοὶ τὴν ὕπτιον καὶ λεῖον ὑπάρπεζόν φασιν. * οἱ μὲν τὴν αἱμασιάν, οἱ δὲ τὸν προάντη καὶ τραχὺν τόπον, οἱ δὲ λίθον.

* μῆκος ἔχοντα ποδός. ἔστι δὲ πήχεως δίμοιρον ὁ ποῦς.

αὐτὰρ ἐπ’ εὖρος: ἐπὶ δὲ τὸ εὖρος τέθρυπται, ὅ ἐστι τέθλιπαι. λεπτὸς γάρ ἐστιν ὅλος. ὁ γὰρ λόγος, ἀπὸ τῆς κεφαλῆς μέχρι καὶ τῆς οὐρᾶς τέθρυπται ἢ τέθλιπται καὶ λεπτός ἐστιν.

ψολόεις: ἀντὶ τοῦ καυστικός, ἤγουν πεπυρακτωμένος διὰ τὴν ἐκ τῆς ἀλγηδόνος πύρωσιν (εἴωθε γὰρ τοῖς δηχθεῖσιν ἐπακολουθεῖν), ἢ διὰ τὸ διαπύρους ἔχειν τοὺς ὀφθαλμούς, ἢ διὰ τὸ κεκινημένον εἶναι καὶ τραχὺ τὸ δῆγμα. Ψολόεις: τρία σημαίνει ἡ λέξις. ἔστι γὰρ ψολόεν τὸ μέλαν, τὸ σποδοειδές, τὸ λαμπρόν· Εὐφορίων

ἢ Αἴτνην ψολόεσσαν ἐναύλιον ἀστεροπαῖον. λιγνύν τε ψολόεσσαν ἀιδνήεντά τε καπνόν.
καὶ Αἰσχύλος ἐν Βασσαρίσιν
κάρφει παλαιῷ κἀπιβωμίῳ ψόλῳ.