Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ζαλόωσα δέ, χιονίζουσα, τρέφουσα χειμερινὸν κρύος ζαλῶν. πέριξ βέβριθεν: ἀντὶ τοῦ ῥίγει συνέχεται χαλεπωτάτῳ ὁ δηχθείς.
χολόεντας: τὴν χολὴν ἤμεσε. περιπέφρακεν, ὅ ἐστι χολώδη ἀπεμεῖ.
νοτέων δὲ ἀντὶ τοῦ ὑγραινόμενος. ὁ δὲ ἱδρὼς νοτέων περὶ τοῖς μέλεσι ψυχρότερος τῆς τοῦ νιφετοῦ βολῆς περιχέεται.
ζοφοειδέος: σκοτώδους, ἤγουν ὠχροῦ.
ἄνθεσι δὲ χαλκοῦ ἀντὶ τοῦ χαλκάνθῳ, ἣν νῦν φασι καλακάνθην. ἄνθεος δέ ἐστιν χαλκοῦ τι γένος γινόμενον, ἐν οἷς ὁ χαλκὸς χωνεύεται καὶ καθίεται, πελιδνόν τε καὶ μᾶλλον ἔχον ἔγκιρρον τὴν πελιδνότητα· μικρὸν δὲ καὶ στρογγύλον καὶ παραπλήσιον τῷ σπέρματι τοῦ νάπυος· καὶ ἴσως τούτου μέμνηται ὁ Νίκανδρος. γράφεται δὲ καὶ ἄνθεσι χαλκης. οὕτως καὶ παρὰ Νουμηνίῳ,
ῥέθεσίν γε μὲν εἴδετ’ ἐπ’ ἰχώρ ἠερόεις· τοτὲ δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος ἀμφί ἑ κυδαίνει χάλκῃ ἴσον.ἔστι δὲ ἡ χάλκη ἄνθος, ἀφ’ οὗ καὶ τὴν πορφύραν ὠνόμασαν. ὁμοίως τὸ ἐμφερὲς τὸ ἐν τῇ Ἡρακλείᾳ,
φολὶς δ’ ἀπέλαμπε φαεινή· ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
δολόεντα δὲ εἶπε τὸν κεράστην, ἐπεὶ ἐν τοῖς ἁμαξιτοῖς κρύπτων ἑαυτὸν ἀναιρεῖ τὸν τυχόντα.
ἤτοι ὁ μὲν κόλος ἐστίν: ἀντὶ τοῦ κολοβὸς τοῖς κέρασι, τουτέστι μὴ ἔχων κέρατα· ὁ γὰρ ἔχις οὐκ ἔχει κέρατα· κόλος οὖν ἤτοι ὁ ἀκέρατος ἔχις. Ἢ τῷ μήκει ἐλάσσων ἐστίν. εἰσὶ δὲ κεράσται ἀκέρατοι
οἳ καὶ κόλοι λέγονται.Πισύρεσσι δέ, ἐπεί εἰσι καὶ τετρακέρατοι κεράσται καὶ δίκεροι.