Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

εὐρυνθέντας: χωρογραφηθέντας τοὺς ὀδόντας καὶ εὐρέας γινομένους. χαλινοὺς γὰρ τοὺς ὀδόντας φησί.

πολλάκι μὲν χλοάουσα ἀντὶ τοῦ χλωρή. μεταπεποίηται δὲ ἐκ τῶν Νουμηνίου οὕτως,

ὑπόχλωρόν γε μὲν ἕλκος κυκλαίνει. τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος.
Ἄλλως. Διογενιανὸς χλοάζειν ἢ καλῶς αὔξεσθαι ἢ βλαστάνειν. Θέων δὲ ἐν ὑπομνήματι χλοάζουσα, οἰδοῦσα. κατὰ πλέον δὲ τίθεται τὸ χλοάζειν.

Αἱ δὲ φλύκταιναι ἀραιαὶ τὼς εἴτε, ἀντὶ τοῦ ὡς εἴτε, πομφόλυγες χαμηλαὶ ἢ θαμιναὶ ἐν πυρὶ ζέοντος ὕδατος γίνονται, οὕτω πλαδόωσί, φησι, καὶ ἐν τῷ σώματι τοῦ δηχθέντος. ὥσπερ γίνονται πομφόλυγες ἐν τῷ ὕδατι τῷ πυρί, οὕτως γίνονται αἱ φλύκταιναι αἱ ἀραιαί. ἀραιαὶ δὲ τουτέστιν ἀσθενεῖς καὶ κεναί. οὐδὲν γὰρ ἔχουσιν, ἀλλὰ κεναί εἰσιν. πομφόλυγες δὲ αἱ ἀναρρήξεις τοῦ ὕδατος.

καὶ τὸ πυρικμήτοιο ἀντὶ τοῦ κεκαυμένου ὑπὸ πυρός.

πλαδόωσι: κυρίως τὸ μὴ ἀντίτυπον πλαδόεν καλεῖται. Πλαδόωσιν ἤγουν ὑγραὶ γίνονται ἢ οἰδοῦσι καὶ πλατύνονται. ὅθεν καὶ

πλαδαρὸν σῶμα τὸ ὑγρόν φαμεν, ὅπερ πιλούμενον τῷ δακτύλῳ ἐνδίδωσι τε καὶ κοιλαίνεται, πάλιν δὲ εὐθέως ἀναδίδωσι καὶ γεμίζει τὸ κοίλωμα.

Κίονά τε: ἤγουν τὸν τράχηλον, ἐπειδὴ τρόπον κίονος ὑποβαστάζει τὴν κεφαλήν· οἱ δὲ τὸν γαργαρεῶνα· οἱ δὲ τὴν λεγομένην κιονίδα, κοινῶς δὲ σταφυλήν. κίων δὲ διὰ τὸ κεῖσθαι ἀπὸ τοῦ κάτω μέρους τοῦ στομάχου μέχρι τοῦ ἄνω.

αἶψα δὲ γυίοις: ἀντὶ τοῦ εὐθέως τοῖς μέλεσι καὶ τῇ ἰξύι, ἤγουν τῇ ὀσφύι, ἡ ἀδράνεια βαρύνουσα αὐτόν, μέρμερος φροντίς, ἵζει καὶ γίνεται.

σκοτόεν βάρος: καροῦται γὰρ ὁ πλησσόμενος ὑπὸ τῆς ἐχίδνης.