Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

πεδανὴ δὲ ἀσθενής.

ὁμοίως καὶ φολίδα μικροτέραν καὶ ἀσημοτέραν ὑπερβεβηκυῖαν ἔχει. ἡ δὲ ὁλκὴ ὑποτετάνυσται. Ἄλλως. ἡ δὲ μύουρος: οὐρὰ ἐπὶ τῇ ὁλκῇ τετάνυσται. πεδανή: ταπεινή, νῦν δὲ μικρὰ καὶ ὀλίγον στενουμένη

Ἴσως μὲν πεδανή: ἐξ ἴσου δὲ ταπεινὴ ὑπὸ τοῖς πέρασι τοῦ δολιχοῦ ὁλκοῦ. τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ἐξ ἴσου τῇ γαστρί. Ἄλλως. τὸ ἐπάνω τῆς οὐρᾶς μέρος πολλὰς καὶ λαμπρὰς ἔχει φολίδας· τὸ δὲ ὑποκάτω τῆς οὐρᾶς οὐχ οὕτως ἔχει.

τετρυμμένη δὲ ἰσχνή, ἤτοι κατεξηραμένη, φρίσσουσα ἢ πεπυκνωμένη.

Γλήνεα φοινίσσει: ἤτοι αἱματώδεις ἔχει τοὺς ὀφθαλμούς. τεθοωμένος: ἤγουν παρωξυμένος, τεταραγμένος. καὶ τὸ δικρῇ δὲ ἀντὶ τοῦ διστόμῳ. δύο γὰρ τρήματα ὡς γλῶσσα.

σκωλύπτεται οὐρήν: τουτέστι σκολιῶς κινεῖται ἢ τραχύνεται, ἅπτεται. γράφεται καὶ σκωλύνεται ἢ σκωλύπεται, εἱλιγμένην ἔχει καὶ σκολιὰν καὶ οὐκ εὐθεῖαν τὴν οὐράν.

κωκυτὸν δέ: καὶ γὰρ ἀθετεῖται ὁ στίχος οὗτος ὡς υπόβολιμαῖος.

κυνόδοντες δὲ δύω, ἐπειδὴ δύο μόνοι εἰσὶν ἰοβόλοι τῶν ἀρρένων ὀδόντες, πολλοὶ δὲ τῶν θηλειῶν.

[οὔλῳ· ὅλῳ ἢ ὀλεθρίῳ καὶ ὀλοῷ G.]