Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
σκωλύπτεται οὐρήν: τουτέστι σκολιῶς κινεῖται ἢ τραχύνεται, ἅπτεται. γράφεται καὶ σκωλύνεται ἢ σκωλύπεται, εἱλιγμένην ἔχει καὶ σκολιὰν καὶ οὐκ εὐθεῖαν τὴν οὐράν.
κωκυτὸν δέ: καὶ γὰρ ἀθετεῖται ὁ στίχος οὗτος ὡς υπόβολιμαῖος.
κυνόδοντες δὲ δύω, ἐπειδὴ δύο μόνοι εἰσὶν ἰοβόλοι τῶν ἀρρένων ὀδόντες, πολλοὶ δὲ τῶν θηλειῶν.
[οὔλῳ· ὅλῳ ἢ ὀλεθρίῳ καὶ ὀλοῷ G.]
εὐρυνθέντας: χωρογραφηθέντας τοὺς ὀδόντας καὶ εὐρέας γινομένους. χαλινοὺς γὰρ τοὺς ὀδόντας φησί.
πολλάκι μὲν χλοάουσα ἀντὶ τοῦ χλωρή. μεταπεποίηται δὲ ἐκ τῶν Νουμηνίου οὕτως,
ὑπόχλωρόν γε μὲν ἕλκος κυκλαίνει. τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος.Ἄλλως. Διογενιανὸς χλοάζειν ἢ καλῶς αὔξεσθαι ἢ βλαστάνειν. Θέων δὲ ἐν ὑπομνήματι χλοάζουσα, οἰδοῦσα. κατὰ πλέον δὲ τίθεται τὸ χλοάζειν.
Αἱ δὲ φλύκταιναι ἀραιαὶ τὼς εἴτε, ἀντὶ τοῦ ὡς εἴτε, πομφόλυγες χαμηλαὶ ἢ θαμιναὶ ἐν πυρὶ ζέοντος ὕδατος γίνονται, οὕτω πλαδόωσί, φησι, καὶ ἐν τῷ σώματι τοῦ δηχθέντος. ὥσπερ γίνονται πομφόλυγες ἐν τῷ ὕδατι τῷ πυρί, οὕτως γίνονται αἱ φλύκταιναι αἱ ἀραιαί. ἀραιαὶ δὲ τουτέστιν ἀσθενεῖς καὶ κεναί. οὐδὲν γὰρ ἔχουσιν, ἀλλὰ κεναί εἰσιν. πομφόλυγες δὲ αἱ ἀναρρήξεις τοῦ ὕδατος.
καὶ τὸ πυρικμήτοιο ἀντὶ τοῦ κεκαυμένου ὑπὸ πυρός.
πλαδόωσι: κυρίως τὸ μὴ ἀντίτυπον πλαδόεν καλεῖται. Πλαδόωσιν ἤγουν ὑγραὶ γίνονται ἢ οἰδοῦσι καὶ πλατύνονται. ὅθεν καὶ
πλαδαρὸν σῶμα τὸ ὑγρόν φαμεν, ὅπερ πιλούμενον τῷ δακτύλῳ ἐνδίδωσι τε καὶ κοιλαίνεται, πάλιν δὲ εὐθέως ἀναδίδωσι καὶ γεμίζει τὸ κοίλωμα.Κίονά τε: ἤγουν τὸν τράχηλον, ἐπειδὴ τρόπον κίονος ὑποβαστάζει τὴν κεφαλήν· οἱ δὲ τὸν γαργαρεῶνα· οἱ δὲ τὴν λεγομένην κιονίδα, κοινῶς δὲ σταφυλήν. κίων δὲ διὰ τὸ κεῖσθαι ἀπὸ τοῦ κάτω μέρους τοῦ στομάχου μέχρι τοῦ ἄνω.
αἶψα δὲ γυίοις: ἀντὶ τοῦ εὐθέως τοῖς μέλεσι καὶ τῇ ἰξύι, ἤγουν τῇ ὀσφύι, ἡ ἀδράνεια βαρύνουσα αὐτόν, μέρμερος φροντίς, ἵζει καὶ γίνεται.
σκοτόεν βάρος: καροῦται γὰρ ὁ πλησσόμενος ὑπὸ τῆς ἐχίδνης.
ζαλόωσα δέ, χιονίζουσα, τρέφουσα χειμερινὸν κρύος ζαλῶν. πέριξ βέβριθεν: ἀντὶ τοῦ ῥίγει συνέχεται χαλεπωτάτῳ ὁ δηχθείς.
χολόεντας: τὴν χολὴν ἤμεσε. περιπέφρακεν, ὅ ἐστι χολώδη ἀπεμεῖ.
νοτέων δὲ ἀντὶ τοῦ ὑγραινόμενος. ὁ δὲ ἱδρὼς νοτέων περὶ τοῖς μέλεσι ψυχρότερος τῆς τοῦ νιφετοῦ βολῆς περιχέεται.
ζοφοειδέος: σκοτώδους, ἤγουν ὠχροῦ.
ἄνθεσι δὲ χαλκοῦ ἀντὶ τοῦ χαλκάνθῳ, ἣν νῦν φασι καλακάνθην. ἄνθεος δέ ἐστιν χαλκοῦ τι γένος γινόμενον, ἐν οἷς ὁ χαλκὸς χωνεύεται καὶ καθίεται, πελιδνόν τε καὶ μᾶλλον ἔχον ἔγκιρρον τὴν πελιδνότητα· μικρὸν δὲ καὶ στρογγύλον καὶ παραπλήσιον τῷ σπέρματι τοῦ νάπυος· καὶ ἴσως τούτου μέμνηται ὁ Νίκανδρος. γράφεται δὲ καὶ ἄνθεσι χαλκης. οὕτως καὶ παρὰ Νουμηνίῳ,
ῥέθεσίν γε μὲν εἴδετ’ ἐπ’ ἰχώρ ἠερόεις· τοτὲ δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος ἀμφί ἑ κυδαίνει χάλκῃ ἴσον.ἔστι δὲ ἡ χάλκη ἄνθος, ἀφ’ οὗ καὶ τὴν πορφύραν ὠνόμασαν. ὁμοίως τὸ ἐμφερὲς τὸ ἐν τῇ Ἡρακλείᾳ,
φολὶς δ’ ἀπέλαμπε φαεινή· ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ.
δολόεντα δὲ εἶπε τὸν κεράστην, ἐπεὶ ἐν τοῖς ἁμαξιτοῖς κρύπτων ἑαυτὸν ἀναιρεῖ τὸν τυχόντα.
ἤτοι ὁ μὲν κόλος ἐστίν: ἀντὶ τοῦ κολοβὸς τοῖς κέρασι, τουτέστι μὴ ἔχων κέρατα· ὁ γὰρ ἔχις οὐκ ἔχει κέρατα· κόλος οὖν ἤτοι ὁ ἀκέρατος ἔχις. Ἢ τῷ μήκει ἐλάσσων ἐστίν. εἰσὶ δὲ κεράσται ἀκέρατοι
οἳ καὶ κόλοι λέγονται.Πισύρεσσι δέ, ἐπεί εἰσι καὶ τετρακέρατοι κεράσται καὶ δίκεροι.