Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
τιθαιβώσσουσι: κυρίως μὲν ἐπὶ μελισσῶν τοῦτο εἴρηται παρὰ τὸ τὴν βῶσιν τιθέναι· ἀλλ’ ομως κατεχρήσατο τούτῳ καὶ ἐνταῦθα; Ἄλλως. κυρίως τρέφειν παρὰ τὸ τυτθὰ βόσκειν ἢ τρέφειν.
Ἰάμνους δὲ τὰς ἰαμενάς. καὶ θρυόεντας τοὺς θρυώδεις· θρύον δὲ εἶδος πόας· (Hom. II. Φ 351)
ἰδὲ θρύον ἠδὲ κύπειρον.
εἱλικοέσσαις: ἑλικοέσσαις, ἤτοι ταῖς σπειρώδεσιν ἢ ἐπιμήκεσι.
[ποταμόνδε: ὁ ἰχνεύμων κώλοις, ἤτοι τοῖς ποσίν, ἔτυψε, ἔπληξε G].
τάρταρον δὲ τὸν βυθὸν ἐνθάδε εἴρηκε θηλυκῶς. καὶ ἰλυόεσσαν δὲ τὴν ἰλυώδη καὶ βορβορώδη.
λιχμήρεος δὲ τουτέστι τοῦ προβάλλοντος τὴν γλῶσσαν ἐν τῷ λιχμάζειν. προβάλλουσι καὶ γὰρ οἱ ὄφεις τὰς γλώσας μέλλοντες λείχειν.
βρυόεντος δὲ τοῦ βρυώδους καὶ βοτανώδους τόπου. καὶ γὰρ τὸ βρύον βοτάνη ἐστίν, ἧς τὸ φύλλον ἔοικε πράσῳ.
πολυδερκέα: ἤτοι τὴν κατὰ πολλοὺς τρόπους ὁρωμένην κατὰ τὸν πολύποδα. ἢ πολυδευκέα, πικράν.
ἤτοι ἀν’ Εὐρώπην μέν: οὐχ ὅμοια τῶν δύο γαιῶν. αἱ
γὰρ διάφοροι γαῖαι διάφορα τῶν ἑρπετῶν ἐκβάλλουσι.κεραοὶ δὲ τουτέστι κέρατα οὐκ ἔχουσιν, ἀλλ’ ἐξοχὰς ὑπὲρ τοὺς ῥώθωνας. ἀργίλιπες δὲ ἤτοι ἔκλευκοι, ὡς Ἀρχίλοχος ἀργιλιπὴς δὲ Φᾶσις.
οἱ μὲν ὑπὸ Σκείρωνος: Σκείρων μὲν ὄρος μεταξὺ Μεγαρέων καὶ Κορινθίων κείμενον, ὅπερ τινὲς Σκειρωνίδα πέτραν καλοῦσι Παμβώνια δὲ ὄρη τῆς Μεγαρικῆς, ὡς αὐτὸς ἐν τρίτῳ τῶν Θηβαικῶν,
τείχεά τε προλιπόντες ὑπὲρ Παμβωνίδας ὄχθας ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.
Ῥυπαῖον δὲ Ἀντίγονος μὲν τῆς Ἀχαιίδος φησὶν εἶναι, ἐπεὶ καὶ Ῥυπαῖοι οἱ Ἀχαιοὶ ὠνομάσθησαν. ἔστι δὲ τῆς Αἰτωλίας, ὡς Νίκανδρος περί τινων εἰς Αἰτωλίαν διερχομένων διηγούμενος
δι’ αἰπεινήν τε κολώνην Οἰωνοῦ Ῥύπης τε πάγον καὶ Ὀνθίδα λίμνην στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαξον.τὸ δὲ Ἀσέληνον Λοκρικὸν ὄρος ἐστὶ δυσχείμερον. ταῦτα οὖν πάντα ὀνόματά εἰσιν ὀρῶν τῆς Εὐρώπης. πάλιν δὲ Βουκάρτερος καὶ Αἰσαγέης καὶ Κέρκαφος ὀνόματά εἰσιν ὀρῶν τῆς Ἀσίας.
τῶν ἤτοι βρεχμοὶ μέν: τὸ μὲν βρέχμα, ὅ ἐστι τὸ κρανίον, πλατύ ἐστιν· ὑπὲρ δὲ τὸ ἄκρον ὁλκαῖον ἡ σπεῖρα κολοβὴν οὐρὰν εἱλίσσεται, τουτέστιν ὑπὲρ δὲ τούτων μῆκος ἢ τὸ ἄκρον σῶμα.
ὁλκαῖον γὰρ τὸ μῆκος. ἡ δὲ ὑπέρ πρόθεσις ἀντὶ τῆς περί, ἵν’ ᾖ ὅτι περὶ τὸ ἄκρον σῶμα ἡ σπεῖρα κολοβὴν ἑλίσσει οὐράν. τὸ γὰρ ἑλίσσεται ἀντὶ τοῦ ἑλίσσει καὶ συνέχει. ἢ ὅτι περὶ τὸ ἄκρον ἕλκυσμα τῆς σπείρας, τουτέστι τοῦ σώματος, κολοβὴν ἔχει τὴν οὐρὰν ἡ θήλεια.
πᾶς δέ τοι ὀξυκάρηνος: ὁ ἄρσην, ὁ ἔχις· ἔχιδνα δὲ ἡ θήλεια. εἰπὼν οὖν ὅτι ἡ θήλεια πλατὺ ἔχει τὸ βρέγμα, τὸν ἄρσενα ὀξυκέφαλον εἶπεν· ἐν τούτῳ δὲ τὸν αὐτὸν ἄρρενα καὶ θήλειαν.
ἀκιδνότερος δέ, ὥστε ἄνω μὲν μείζονα καὶ ἐπισημότερον εἶναι καὶ τὸν μέγαν καὶ τὸν ἥσσονα· ἀπὸ δὲ τῆς κοιλίας ἀκιδνότερος καταστρέφει εἰς τὸ ἀσθενέστερον καὶ οὐχ ὅμοιον τοῖς ἄνω μέρεσι.
πεδανὴ δὲ ἀσθενής.
ὁμοίως καὶ φολίδα μικροτέραν καὶ ἀσημοτέραν ὑπερβεβηκυῖαν ἔχει. ἡ δὲ ὁλκὴ ὑποτετάνυσται. Ἄλλως. ἡ δὲ μύουρος: οὐρὰ ἐπὶ τῇ ὁλκῇ τετάνυσται. πεδανή: ταπεινή, νῦν δὲ μικρὰ καὶ ὀλίγον στενουμένηἼσως μὲν πεδανή: ἐξ ἴσου δὲ ταπεινὴ ὑπὸ τοῖς πέρασι τοῦ δολιχοῦ ὁλκοῦ. τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ἐξ ἴσου τῇ γαστρί. Ἄλλως. τὸ ἐπάνω τῆς οὐρᾶς μέρος πολλὰς καὶ λαμπρὰς ἔχει φολίδας· τὸ δὲ ὑποκάτω τῆς οὐρᾶς οὐχ οὕτως ἔχει.
τετρυμμένη δὲ ἰσχνή, ἤτοι κατεξηραμένη, φρίσσουσα ἢ πεπυκνωμένη.
Γλήνεα φοινίσσει: ἤτοι αἱματώδεις ἔχει τοὺς ὀφθαλμούς. τεθοωμένος: ἤγουν παρωξυμένος, τεταραγμένος. καὶ τὸ δικρῇ δὲ ἀντὶ τοῦ διστόμῳ. δύο γὰρ τρήματα ὡς γλῶσσα.