Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἁματροχιῇσιν: ἀντὶ τοῦ ἁρματροχιαῖς, λέγει γὰρ ταῖς χαράξεσι τοῦ τροχοῦ, ταῖς γινομέναις εἰ τὴν γῆν. ἐν αὐταῖς γὰρ κοιμᾶται ὁ κεράστης ἔχις. τὸ δὲ ἐνδυκὲς αὔει ἀντὶ τοῦ ἐπιμελῶς καὶ συνεχῶς κοιμᾶται ἢ διάγει. ἐξενήνεκται δὲ χωρὶς τοῦ ι. ἔστι δὲ τὸ πλῆρες ἰαύει.
θοὸς ἀντία θύνει: ὁ ἔχις ἀντίον τρέχει ὀρθῶς καὶ συντόμως τῷ μηρύγματι, ἤτοι τῷ ἐπισπασμῷ τῆς γαστρός.
αὐτὰρ ὅγε: ὁ δὲ κεράστης πλάγιος ἐπικυλίεται τῷ σώματι.
τετρηχότι δὲ ἢ δασεῖ ἢ τραχεῖ· διὸ καὶ ἠχεῖ ἡ πορεία αὐτοῦ ἐκ δὲ τοῦ πορεύω γέγονε πορεία, ὥσπερ ἐκ τοῦ περισσεύω περισσεία.
τράμπιος ὁλκαίης: ἤτοι τῆς ἐπισπωμένης. πολλῆς δὲ ἐμφάσεως ἡ παραβολὴ γέμει καὶ σεμνότητος κατὰ τὴν συνθήκην. τράμπις δέ ἐστι βαρβαρικὸν πλοῖον. καταχρηστικῶς δὲ εἶπεν. ὁ γὰρ νοῦς οὕτως, τοῦ πλοίου τὴν ὁλκὴν ποιοῦντος ἴσος ἐν τῷ καμάτῳ, τουτέστι τῷ βαδίσματι. ὥσπερ γὰρ τὸ πλοῖόν, φησι, τῇ βίᾳ τοῦ ἀνέμου ἐκκρούεται, ἤγουν ἀποπέμπεται, ἔξω τῆς εὐθείας ὁδοῦ καὶ πλάγιον, ἤγουν ἐπίπλευρον, φέρεται, οὕτως καὶ ὁ κεράστης πλάγιος καὶ ἐπίπλευρος ἕρπει. ὅτι πλοῖον ἡ τράμπις καὶ Λυκόφρων φησί (v. 97),
τράμπις σ’ ὀχήσει καὶ Φερέκλειοι πόδες.ὑπὸ γὰρ τοῦ Φερέκλου κατεσκευάσθησαν αἱ νῆες τῷ Ἀλεξάνδρῳ. Ἀκάτω ἴσος: ἐὰν μὲν ᾖ ἀκάτῳ, ἐκ δισσοῦ κεῖται ἡ λέξις· ἐὰν δὲ καμάτῳ, ὅπερ ἄμεινον, ἀντὶ τοῦ πλῷ.
τὸ δὲ ἀπόκρουστος ἤτοι πλαγιαζομένη ἢ ἀποκρουομένη ἢ κλυζομένη τῇ πνοῇ τοῦ λιβός. ἢ ἀπόκρουστος ὡσανεὶ ἀπόβλητος καὶ οἷον ἀποπεμπομένη καὶ ἀποβαλλομένη τῆς εὐθείας ὁδοῦ.
Ἥλῳ ἐειδόμενον: ἧλος σκλήρωμά ἐστι περὶ τὰ πέλματα τῶν ποδῶν γινόμενον στρογγύλον καὶ παραπλήσιον τοῖς τῶν ἥλων κεφαλίοις. ἔστι δὲ ἧλος τὸ ἐπιδημίως καλούμενον καρφίον.
φλύκταιναι: ἤτοι αἱ φλυκτίδες αἱ περὶ τὸ δῆγμα μικρὸν ἐπανιστᾶσαι καὶ ἀδιάγνωστοι περὶ τὴν πρόσοψιν. πέμφιξι δὲ ταῖς φύσαις, ταῖς ἐν τοῖς ὕδασι γινομέναις πομφόλυξιν.
ἤτοι ἀφαυρότερον: δηλαδὴ ἀνεπαισθήτως ἀλγοῦσιν οἱ δηχθέντες. ἢ ἀσθενέστερον καὶ σύντονον. ἐπιφέρει γὰρ καὶ ἐννέα αὐγάς, ὅτι ἐπὶ ἐννέα ἡμέρας μόνον ζῶσιν οἱ δηχθέντες ὑπὸ κεράστου.
οἷσι κεράστης: τὸ δὲ οἷσιν ἀντὶ τοῦ ᾧτινι. ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πλῆθος, δέον εἰπεῖν ὅτε κεράστης.
ἀσκελές: ἀδιαλείπτως, σκληρῶς, ἢ ἴσον ἐν τοῖς δύο βουβῶσι.
μόγις γε μέν: νοητέον τὸ· μόγις γε μέν ἀντὶ τοῦ σπανίως. ἢ διχῶς γράφεται πολεῖς, ἵν’ ᾖ πολλοὶ ἐξέφυγον τὴν μοῖραν, ὡσανεὶ καὶ ἔζησαν.
ὑπάρπεζον: Αἰτωλοὶ τὴν ὕπτιον καὶ λεῖον ὑπάρπεζόν φασιν. * οἱ μὲν τὴν αἱμασιάν, οἱ δὲ τὸν προάντη καὶ τραχὺν τόπον, οἱ δὲ λίθον.
* μῆκος ἔχοντα ποδός. ἔστι δὲ πήχεως δίμοιρον ὁ ποῦς.
αὐτὰρ ἐπ’ εὖρος: ἐπὶ δὲ τὸ εὖρος τέθρυπται, ὅ ἐστι τέθλιπαι. λεπτὸς γάρ ἐστιν ὅλος. ὁ γὰρ λόγος, ἀπὸ τῆς κεφαλῆς μέχρι καὶ τῆς οὐρᾶς τέθρυπται ἢ τέθλιπται καὶ λεπτός ἐστιν.
ψολόεις: ἀντὶ τοῦ καυστικός, ἤγουν πεπυρακτωμένος διὰ τὴν ἐκ τῆς ἀλγηδόνος πύρωσιν (εἴωθε γὰρ τοῖς δηχθεῖσιν ἐπακολουθεῖν), ἢ διὰ τὸ διαπύρους ἔχειν τοὺς ὀφθαλμούς, ἢ διὰ τὸ κεκινημένον εἶναι καὶ τραχὺ τὸ δῆγμα. Ψολόεις: τρία σημαίνει ἡ λέξις. ἔστι γὰρ ψολόεν τὸ μέλαν, τὸ σποδοειδές, τὸ λαμπρόν· Εὐφορίων
ἢ Αἴτνην ψολόεσσαν ἐναύλιον ἀστεροπαῖον. λιγνύν τε ψολόεσσαν ἀιδνήεντά τε καπνόν.καὶ Αἰσχύλος ἐν Βασσαρίσιν
κάρφει παλαιῷ κἀπιβωμίῳ ψόλῳ.
Πεδανὴ δέ οἱ οὐρή: καὶ γὰρ πεδανὴ λέγεται ἡ λεπτὴ οὐρὰ καὶ συνεστραμμένη. Ἄξυλος δὲ ἱστορεῖ ὅτι καὶ κέρατα ἔχει. αἰθὸς
δὲ ἤτοι κεκαυμένος ἢ σποδώδης ἢ διάπυρος ἢ αἰθαλώδης. καὶ τὸ ἐσφήκωται ἀντὶ τοῦ συνῆκται, ἔσφιγκται, πέπλεκται.κατομφάλιος: ἀπὸ τοῦ ὀμφαλοῦ στενή ἐστιν ἡ οὐρά.
ὑπὲρ νιφόεντα: ψύχει φονεύοντα. ἐν δὲ τῇ συντάξει ὁ στίχος οὗτος μετὰ τοῦ ἀπ’ αὐτοῦ συμπλέκεται, καί ἐστιν ἡ σύνταξις οὕτως, τοῦ μὲν ὑπὲρ νιφόεντα φάη κέρατα δοιὰ μετώπω ἔγκειται, τουτέστι τούτου μὲν ὑπὲρ τὰ κρυμώδη ὄμματα, ἤγουν ὑπεράνω αὐτῶν, κέρατα δύο ἐν τῷ μετώπῳ ἔγκειται. νιφόεντα δὲ ψυχρά. κοινῶς δὲ πάντα τὰ ἑρπετὰ ψυχρά ἐστιν.
πάρνοψι δὲ ταῖς ἀκρίσιν. ἢ τὰς λογάδας προσεικής, ἤγουν ὅμοιος τῷ λευκῷ τῶν ὀφθαλμῶν.