Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἤτοι ἀν’ Εὐρώπην μέν: οὐχ ὅμοια τῶν δύο γαιῶν. αἱ
γὰρ διάφοροι γαῖαι διάφορα τῶν ἑρπετῶν ἐκβάλλουσι.κεραοὶ δὲ τουτέστι κέρατα οὐκ ἔχουσιν, ἀλλ’ ἐξοχὰς ὑπὲρ τοὺς ῥώθωνας. ἀργίλιπες δὲ ἤτοι ἔκλευκοι, ὡς Ἀρχίλοχος ἀργιλιπὴς δὲ Φᾶσις.
οἱ μὲν ὑπὸ Σκείρωνος: Σκείρων μὲν ὄρος μεταξὺ Μεγαρέων καὶ Κορινθίων κείμενον, ὅπερ τινὲς Σκειρωνίδα πέτραν καλοῦσι Παμβώνια δὲ ὄρη τῆς Μεγαρικῆς, ὡς αὐτὸς ἐν τρίτῳ τῶν Θηβαικῶν,
τείχεά τε προλιπόντες ὑπὲρ Παμβωνίδας ὄχθας ἐσσύμενοι Μεγαρῆος ἐνευνάσσαντο δόμοισι.
Ῥυπαῖον δὲ Ἀντίγονος μὲν τῆς Ἀχαιίδος φησὶν εἶναι, ἐπεὶ καὶ Ῥυπαῖοι οἱ Ἀχαιοὶ ὠνομάσθησαν. ἔστι δὲ τῆς Αἰτωλίας, ὡς Νίκανδρος περί τινων εἰς Αἰτωλίαν διερχομένων διηγούμενος
δι’ αἰπεινήν τε κολώνην Οἰωνοῦ Ῥύπης τε πάγον καὶ Ὀνθίδα λίμνην στείχοντες Ναύπακτον ἐς Ἀμφιδύμην τ’ ἐπέλαξον.τὸ δὲ Ἀσέληνον Λοκρικὸν ὄρος ἐστὶ δυσχείμερον. ταῦτα οὖν πάντα ὀνόματά εἰσιν ὀρῶν τῆς Εὐρώπης. πάλιν δὲ Βουκάρτερος καὶ Αἰσαγέης καὶ Κέρκαφος ὀνόματά εἰσιν ὀρῶν τῆς Ἀσίας.
τῶν ἤτοι βρεχμοὶ μέν: τὸ μὲν βρέχμα, ὅ ἐστι τὸ κρανίον, πλατύ ἐστιν· ὑπὲρ δὲ τὸ ἄκρον ὁλκαῖον ἡ σπεῖρα κολοβὴν οὐρὰν εἱλίσσεται, τουτέστιν ὑπὲρ δὲ τούτων μῆκος ἢ τὸ ἄκρον σῶμα.
ὁλκαῖον γὰρ τὸ μῆκος. ἡ δὲ ὑπέρ πρόθεσις ἀντὶ τῆς περί, ἵν’ ᾖ ὅτι περὶ τὸ ἄκρον σῶμα ἡ σπεῖρα κολοβὴν ἑλίσσει οὐράν. τὸ γὰρ ἑλίσσεται ἀντὶ τοῦ ἑλίσσει καὶ συνέχει. ἢ ὅτι περὶ τὸ ἄκρον ἕλκυσμα τῆς σπείρας, τουτέστι τοῦ σώματος, κολοβὴν ἔχει τὴν οὐρὰν ἡ θήλεια.
πᾶς δέ τοι ὀξυκάρηνος: ὁ ἄρσην, ὁ ἔχις· ἔχιδνα δὲ ἡ θήλεια. εἰπὼν οὖν ὅτι ἡ θήλεια πλατὺ ἔχει τὸ βρέγμα, τὸν ἄρσενα ὀξυκέφαλον εἶπεν· ἐν τούτῳ δὲ τὸν αὐτὸν ἄρρενα καὶ θήλειαν.
ἀκιδνότερος δέ, ὥστε ἄνω μὲν μείζονα καὶ ἐπισημότερον εἶναι καὶ τὸν μέγαν καὶ τὸν ἥσσονα· ἀπὸ δὲ τῆς κοιλίας ἀκιδνότερος καταστρέφει εἰς τὸ ἀσθενέστερον καὶ οὐχ ὅμοιον τοῖς ἄνω μέρεσι.