Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
τιθαιβώσσουσι: κυρίως μὲν ἐπὶ μελισσῶν τοῦτο εἴρηται παρὰ τὸ τὴν βῶσιν τιθέναι· ἀλλ’ ομως κατεχρήσατο τούτῳ καὶ ἐνταῦθα; Ἄλλως. κυρίως τρέφειν παρὰ τὸ τυτθὰ βόσκειν ἢ τρέφειν.
Ἰάμνους δὲ τὰς ἰαμενάς. καὶ θρυόεντας τοὺς θρυώδεις· θρύον δὲ εἶδος πόας· (Hom. II. Φ 351)
ἰδὲ θρύον ἠδὲ κύπειρον.
εἱλικοέσσαις: ἑλικοέσσαις, ἤτοι ταῖς σπειρώδεσιν ἢ ἐπιμήκεσι.
[ποταμόνδε: ὁ ἰχνεύμων κώλοις, ἤτοι τοῖς ποσίν, ἔτυψε, ἔπληξε G].
τάρταρον δὲ τὸν βυθὸν ἐνθάδε εἴρηκε θηλυκῶς. καὶ ἰλυόεσσαν δὲ τὴν ἰλυώδη καὶ βορβορώδη.
λιχμήρεος δὲ τουτέστι τοῦ προβάλλοντος τὴν γλῶσσαν ἐν τῷ λιχμάζειν. προβάλλουσι καὶ γὰρ οἱ ὄφεις τὰς γλώσας μέλλοντες λείχειν.
βρυόεντος δὲ τοῦ βρυώδους καὶ βοτανώδους τόπου. καὶ γὰρ τὸ βρύον βοτάνη ἐστίν, ἧς τὸ φύλλον ἔοικε πράσῳ.
πολυδερκέα: ἤτοι τὴν κατὰ πολλοὺς τρόπους ὁρωμένην κατὰ τὸν πολύποδα. ἢ πολυδευκέα, πικράν.