Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Οὔτε δυσαλθές: οὔτε δυσίατον οἴδημα ἐπιφλεγμαίνεται.

καμάτου δ’ ἄτερ· χωρὶς ὀδύνης ἀπόλλυται ὁ ἀνήρ.

ὑπνηλόν: καὶ γὰρ τὸ ὑπνηλὸν νῶκαρ ἐπάγει τὴν τοῦ βίου

αὐτοῖς τελευτήν. νῶκαρ δὲ ὁ κάρος, ἤτοι ὁ ὕπνος, οἱονεὶ τοῦ νοῦ κάρωσις.

ἰχνεύμων: εἶδος ἀετοῦ. ἱερὸς δέ ἐστιν Ἡρακλέους, ὡς αἰγυπιός. ἀκήριος δέ, ἄνευ κηρὸς καὶ θανάτου. μόνος γὰρ ὁ ἰχνεύμων τὴν ὁρμὴν τῆς ἀσπίδος ἄνευ θανάτου ἐκφεύγει καὶ ἐκκλίνει, καὶ ὅταν εἰς μάχην συνέρχηται, καὶ ὅτε θαλπούσης αὐτῆς τὰ ὠὰ πάντα λαβὼν διεσκόρπισε καὶ ἐξ ὑμένων ἐτίναξε κατεσθίων.

καὶ τὸ κηροτρόφου ἤτοι θανατοτρόφου, ἢ διὰ τὸ καὶ αὐτὰ τὰ τέκνα θανάτου εἶναι τοῖς ἀνθρώποις, ἢ διὰ τὸ τὸν ἰὸν τρέφειν.

συνερραθάγησε: τουτέστι ὁ κτύπος ὁ γινόμενος ὑπὸ τῶν κυμάτων κλωμένων αὐτῶν καὶ προσρηγνυμένων ἐν ταῖς πέτραις. ἀπὸ μεταφορᾶς δὲ τοῦ κτύπου τούτου εἶπε τὸ συνερραθάγησε, ἤτοι κατέαξε, συνέθλασε, συνέτριψε διὰ τὸ ἐν τῷ τρώγειν κτύπον ἀποτελεῖσθαι ὑπὸ τῶν ὀδόντων. ῥάθαγος δὲ κυρίως ὁ τῆς κώπης κτύπος.

κινωπέτου: τουτέστι θηρίου τοῦ ἐν τῷ πέδῳ κινουμένου εὐκινήτως. ἀμυδρῆς δὲ ἤτοι μικρᾶς, ἢ τῆς δεινῆς καὶ ὀργίλης.

ἴκτις δὲ ἡ λεγομένη ἀγρία γαλῆ· καὶ Ὅμηρὸς (II. Κ 335)

κρατὶ δ’ ἐπὶ κτιδέην,
ὡς ἀπὸ τῆς ἴκτιδος τοῦ ζῴου.