Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

πλησάμενος δὲ ἤγουν ἑαυτὸν ἐμπλήσας καὶ πληρώσας. οἵαν ἄσιν, τουτέστι ῥύπον. φησὶ γοῦν, οἷον ῥύπον κατέχεε καὶ κατήγαγεν ὁ Νεῖλος ἑαυτὸν πληρώσας.

δοιοὶ δ’ ἐν σκυνίοισιν: τουτέστι περὶ τὰς ὀφρῦς ὑπεράνω τοῦ μετώπου δύο ὑπερφαίνουσι καὶ ἐξέχουσιν οἷα τύλοι· οὐ κέρατα δέ, ἀλλὰ τύλοι καὶ σαρκία τινά. Ἄλλως. ὑπὲρ τοὺς ὀφθαλμοὺς κατὰ τὸν τῶν ὀφρύων τόπον ἐξοχαί τινές εἰσι τύλοις ἐοικυῖαι περὶ τὴν ἀσπίδα, δι’ ἃς ἀγκύλον αὐτῆς φαίνεται τὸ ὄμμα.

καὶ ὁ αὐχὴν ἐμπίπλαται φυσῶντος τοῦ θηρίου.

τὸ δὲ ποιφύζειν πολλαχῶς λέγεται, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἐκφοβεῖν, ὡς Σώφρων ἐν μίμοις παιδικὰς ποιφύξεις, ποτὲ δὲ ἐπὶ τοῦ πνεῖν, ὡς Εὐφορίων

Ζεφύου μέγα ποιφύξαντος.
μεταπλασμῷ δὲ πάλιν κέχρηται· ἀντὶ τοῦ ποιφυζούσης εἶπε τῆς ἀσπίδος ποιφύσσοντος, ὡς ὁ αὐτὸς ἐν ἄλλῳ τόπῳ (Ther. 129) εἶπε ψολόεντος ἐχίδνης.

Πολλὸν ὑπὸ σπείρης: ἀντὶ τοῦ ἐντὸς τῆς σπείρης. ψαφαρὸς δὲ ἤγουν αὐχμηρὸς ὀγκοῦται ὁ αὐχήν· τοῦτο γὰρ σημαίνει τὸ ἀναπίπλαται.