Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἀθρήσῃ: αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς ἐπὶ τοῦ ὁρῷ οἷα λέγεις. νωθρὸν δὲ τὸν νωθῆ καὶ νωθείαν ἐμποιοῦντα, τουτέστι νωχελίαν καὶ ἀργίαν.
ὁλκῷ: τῷ δὲ ὁλκῷ τοῦ σώματος τροχώδη καὶ κυκλοτερῆ ἁλωνίαν εἱλίξατο ἐν τῇ γῇ. ἅλωνα δὲ εἶπε, διότι καὶ αὑται αἱ ἁλωνίαι τροχοειδεῖς καὶ κυκλοτερεῖς εἰσι τῷ σχήματι τῷ τυπουμένῳ τῷ εἱλιγμῷ τῆς ἀσπίδος.
ἅλωα: τὴν σπεῖραν, τὸ σῶμα. κυρίως δὲ τὴν νέφωσιν τὴν περὶ τὸν ἥλιον καὶ τὴν σελήνην γινομένην πολλάκις. Ἄλλως. κυρίως ὁ δίσκος τοῦ ἡλίου καὶ τῆς σελήνης· μετενήνεκται δὲ εἰς τὴν τῆς ἀσπίδος περιφέρειαν.
Αἰγανέη δὲ τὸ ἀκόντιον ἀπὸ μέρους, τοῦ αἰγείου ἱμάντος, ὃν ἐξαγκυλούμενοι βάλλουσι. λέγει δὲ τοῦ μεσαγκύλου τοῦ ἀναιροῦντος τοὺς θῆρας. εἴρηται δὲ παρὰ τὸ ἄγαν νεῖσθαι.
ὀργυι ῇ δὲ μετρητὸν ἀντὶ τοῦ ἴσου καὶ μεμετρημένου ὀργυιᾷ.
εἰς ἐνοπήν: τινὲς ἀθετοῦσι τὸν στίχον τοῦτον, ὡς μὴ Νικάνδρου εἶναι.
χροιὴ δ’ ἄλλοτε μέν: τὸ δὲ χρῶμα τοῦ γένους τῶν ἀσπίδων τινῶν μὲν ψαφαρόν, ὅ ἐστι λευκὸν ἢ αὐχμηρόν, τινῶν δὲ μειλινόεν, τουτέστι χλωρὸν καὶ μείλινον καὶ ποικίλον καὶ ὠχρότερον, τινῶν δὲ τεφρῶδες καὶ σποδῶδες, ἢ καὶ τῇ ἰλύι τοῦ Νείλου ἐμφερές.
αἰθαλόεσσα δὲ ἤτοι πυρώδης καὶ λαμπρά, ἢ ξανθή, ὁμοίως τῷ βώλῳ τῶν Αἰθιόπων μελαινομένη.
οἵην τε πολύστονος: ἐπεὶ μετὰ στόνου καὶ ἤχου ῥέει ὁ Νεῖλος. στένειν γὰρ τὸ ἠχεῖν· καὶ Ὅμηρος (Il. B 95)
ὑπεστονάχιζε δὲ γαῖα λαῶν ἱζόντων.ἢ καὶ πολύστομος. καὶ ἑπτάστομος γὰρ ὁ Νεῖλος, ὥς φησι καὶ Διονύσιος ὁ περιηγητής (v. 226).