Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἄλλος δ’ αὖ κόχλοισι: τοῖς κόχλοις τῆς γῆς τὴν δομήν, ἤγουν τὸ σῶμα, ἀφομοιοῦνται. τῆς γῆς δὲ εἶπεν, ἐπεὶ καὶ θαλάσσιοί εἰσιν.

γράφεται ἔν τισιν φολίς, ἀπὸ τῶν ἰχθύων μεταφορικῶς. ὁ δὲ λόγος, ἄλλου δὲ ὄφεως ἐγχλωρίζουσα ἡ λεπὶς τὴν ἐπὶ μῆκος τεινομένην σπεῖραν ποικίλην ποιεῖ.

τὸ δὲ σπείρῃ λεπτύνονται ἀντὶ τοῦ ἢ τραχύνονται ἢ λευκαίνονται· ἀφ’ οὗ καὶ ἡ ἐν τοῖς σώμασι παρὰ φύσιν λευκότης καλεῖται λέπρα. ὁ δὲ λόγος, πολλοὶ δὲ ἐνδιατρίβοντες ἐν τῇ ἄμμῳ ὑπολευκαίνονται τὴν σπεῖραν, ἀλινδόμενοι καὶ κυλιόμενοι ταῖς ἄμμοις. ἄμαθος δὲ ἡ χερσαία κόνις Ὅμηρος δὲ (Il. I 385) διαστέλλει,

οὐδ’ εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε.
ἀπὸ δὲ τούτου ποιεῖται τὴν τῶν ζῴων ἐξαρίθμησιν καὶ τὰ ἰδιώματα τῶν πληγῶν καὶ τὰ συμβαίνοντα πάθη τοῖς ὑπὸ τῶν ἑρπετῶν πληγεῖσιν, ἀρξάμενος ἀπὸ τῆς ἀσπίδος.

φράζεο δ’ αὐαλέαις: τὴν φρίσσουσαν ταῖς καταξήροις φολίσι φονευτικὴν ἀσπίδα, τὸ χαλεπώτατον τῶν ἄλλων θηρίων, σκέπτου.

τὸ δὲ ἀμυδρόν ὁτὲ μὲν ἀσθενές, ὁτὲ δὲ καὶ εὐκίνητον καὶ χαλεπόν. Δημήτριος δὲ φησιν εἰρῆσθαι ἀμυδρότατον δάκος τὴν ἀσπίδα, καθ’ ὅσον οὐκ ἄγριόν ἐστι καὶ ὀξὺ τὸ ζῷον, ἀλλὰ μόνον τῇ φύσει χαλεπόν. δύναται δὲ κατ’ ἀμφότερα λέγεσθαι, χαλεπὸν μὲν διὰ τὸ ἀνίατον, ἀμυδρὸν δὲ διὰ τὸ νῶκαρ, ὃ καὶ χωρὶς ἀλγημάτων ἀναιρεῖ. Ἄλλως. ἀμυδρόν νῦν τὸ χαλεπὸν λέγεται, ὡς καὶ Ἀρχίλοχος

ἀμυδρὰν χοιράδ’ ἐξαλεύμενος
ἔστι δὲ καὶ ὅτε εὐκίνητον, ὡς ἐπὶ τῆς ἴκτιδος (Ther. 196) ἀντὶ τοῦ εὐκινήτου. καὶ ὁ αὐτὸς (Ther. 358) ἐπὶ τοῦ χαλεποῦ
καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.
Ἄλλως ἀμυδρότατον ἀσθενέστατον, παρόσον ἀσθενοποιός ἐστιν ἡ πληγή.

Κέλευθος ὁμῶς: κατεναντίον τῷ κεράστῃ. ὁ μὲν γὰρ πλαγίως βαδίζει, ἡ δὲ τὸ ἐναντίον. ἡ σύνταξις δέ· ταύτης μὲν γὰρ ἡ ὁδὸς κατεναντίον, οἱονεὶ κατ’ εὐθεῖαν καὶ ὀρθῶς γίνεται τῷ μακρῷ

διασπασμῷ καὶ εἱλιγμῷ τῆς γαστρὸς κατὰ τὴν ὁλκαίην ἀτραπόν, οἱονεὶ τὴν ἐπιμήκη.

δολιχῷ δὲ μηρύγματι γαστρός, οἱονεὶ τῷ ὁλκῷ ἢ τῷ βαδίσματι καὶ ἐπισπασμῷ ἀπὸ τοῦ μηρύεσθαι. ἀκατάλληλα δὲ τὰ ἔπη· ἔδει γὰρ οὕτως ἀναγινώσκεσθαι· φράζεο δῆτα ἀσπίδα φοινήεσσαν, εἶτα ἣ καὶ σμερδαλέον μέν, εἶτα νωχελὲς ἐξ ὁλκοῖο, εἶτα αἰὲν ἐπιλλίζουσα, εἶτα τῇ μὲν γάρ τε κέλευθος, εἶτα ἀτραπὸν ὁλκαίην.

σμερδαλέον: φοβερὸν μὲν καὶ καταπληκτικὸν ἔχει ἀπὸ τῆς ὄψεως, ἄλλως δὲ ἐν τῇ πορείᾳ καὶ τῷ ἑλκυσμῷ τοῦ σώματος νωχελής ἐστι καὶ ὑπνώδης· τὸ γὰρ ὑπναλέοις ἐπιλλίζειν ὄσσοις τοῦτο δηλοῖ, ὅτι συνεχῶς τοῖς ὄμμασιν ἐπινεύουσα φαίνεται.