Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
δάγμα δὲ διὰ τοῦ α ὁ Νίκανδρος πανταχοῦ, καὶ οὐ διὰ τοῦ η. καὶ τὸ πλειοτέρη ἀντὶ τοῦ μείζων τῷ στόματι. στικτέον γὰρ εἰς τὸ ἀντομένοισι. ἀπὸ κοινοῦ δὲ τὸ πλειοτέρη καὶ πάλιν· καὶ τῷ δήγματι γὰρ πλειοτέρη καὶ κατὰ τὴν ὁλκήν, καὶ κατὰ τὴν οὐράν, πλειοτέρη. ὁλκὸν δὲ τὸ σῶμα· ἢ τὴν οὐράν, καὶ σειρὴν τὴν πορείαν. βούλεται
γὰρ σημᾶναι ὅτι τὸ ἄκρον τῆς οὐρᾶς αὐτῆς παχύ ἐστιν.τὸ δὲ τούνεκα ἢ ὅτι τῷ στόματι μείζων, ἢ ὅτι ὀργίλη ἐστὶ τῷ δήγματι.
ἀλλ’ ἤτοι θέρεος: οἷον ἀρχομένου τοῦ θέρους πικρότατά εἰσι τὰ ἑρπετά. τὸ δὲ ἐξαλέασθαι ἀπαρέμφατόν ἐστιν ἀντὶ προστακτικοῦ, ἤτοι ἀντὶ τοῦ ἐξάλυξον καὶ ἔκφυγε.
ὁλκαίην ψαίρουσαι: αἵτινες ὑπὸ τὴν οὐρὰν τοῦ ταύρου ἐγγίζουσαι καὶ ἁπτόμεναι ἢ ψαίρουσαι ἀντὶ τοῦ κινούμεναι, μικρόταται ἐπιφέρονται. λέγει δὲ ἐν ταῖς ἐπιτολαῖς τῶν Πλειάδων. τότε οὐν, φησι, ἔκφυγε τὸ δῆγμα. ὁλκαίην δὲ τὴν οὐρὰν λέγει παρὰ τὸ ἕλκεσθαι ὑπὸ τοῦ ὅλου σώματος. γράφεται καὶ ἀλκαίην καταχρηστικῶς· κυρίως γὰρ ἡ τοῦ λέοντος οὐρὰ ἀλκαία καλεῖται, ὅτι δι’ αὐτῆς ἑαυτὸν ἐποτρύνει καὶ ἐγείρει εἰς ἀλκήν· (Hom. II. Υ 171)
αἰεὶ δ’ αὑτὸν ἐποτρύνει μαχέσασθαι.Ἄρατος (phaen. 517) μὲν ἡμιτελῆ φησιν εἶναι τὸν ταῦρον, οὗτος δ’ ὁλόκληρον. ὁλκὴ γὰρ ἡ οὐρά.
γωλεά: αἱ καταδύσεις αἱ ἐν τοῖς κοίλοις τόποις γινόμεναι οὕτω καλοῦνται.
λίπτῃσιν: ἢ ὅτε ἐπιθυμίαν σχοίη νομοῦ, τουτέστι βοσκῆς, ἢ ὁπότε βοσκῆς κεκορεσμένη ἐπὶ τὸ κοιμηθῆναι πορεύηται.
[μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις: κατὰ κοινοῦ.]
ὅτε δῆγμα πεφυζώς: ὅτε τὸ δῆγμα τῆς θηλείας φεύγων εἰς φυγὴν τράπῃ ἐν τῇ συνουσίᾳ. τότε γὰρ ἀναιρεῖ τὸν ἔχιν ἡ διψάς.
περκνός: τοιοῦτος γὰρ ὁ ἄρρην. καὶ τὸ θύῃσι ἀντὶ τοῦ ὁρμᾷ, ἤτοι φεύγει καὶ ἐκκλίνει τὴν τυπὴν καὶ τὴν τύψιν τῆς ἐχίδνης. Ἄλλως. ψολόεντος: τοῦ πυρώδους καὶ τεφρώδους. μετάληψις δὲ τὸ σχῆμα ἀντὶ τοῦ ψολοέσσης ἐχίδνης. δῆγμα δὲ καὶ τυπὴν ἐκ παραλλήλου τὸ αὐτό.
Ἡνίκα θορνυμένου: τὸ δὲ θορνυμένου ἀντὶ τοῦ συνφσιαζομένου καὶ μιγνυμένου. θαλερῷ δὲ τῷ σπορίμῳ· στόματι γὰρ συνέχονται αἱ ἔχιδναι· ἢ τῷ ὀλεθρίῳ.
θουρὰς δὲ λέγεται ἡ ὁρμητικὴ πρὸς συνουσίαν.
ὀδάξ: ἤτοι δηγματικῶς καὶ τμητικῶς συμπλακεῖσα τῷ ἄρρενι. γράφεται δὲ καὶ ἀμύξ ἀντὶ τοῦ οὐ μυκτικῶς ἤτοι κατεξεταστικῶς ἐμφῦσα. οὕτως γὰρ συνουσιάζονται οἱ ἔχεις ταῖς ἐχίδναις, καὶ μετὰ τὸ συνουσιάσαι ἀναιρεῖ τὸν ἄρρενα ἡ θήλεια, τὴν κεφαλὴν
ἀποκόπτουσα. τὰ δὲ ἔμβρυα πάλιν τικτόμενα τὴν γαστέρα τρώξαντα τῆς μητρὸς οὕτως ἐξέρχονται θανατοῦντα αὐτὴν, ὡσανεὶ τοῦ πατρὸς ἐκδικοῦντα τὸν θάνατον.μετεκίαθον δὲ ἀντὶ τοῦ μετῆλθον, ἤγουν τὴν λώβην τοῦ ἰδίου πατρὸς ἐξεδίκησαν· ἀνταμύνουσι γὰρ τῷ πατρί.
ἀναβρώσαντες: ῥηγνύντες.
οἴη γάρ βαρύθει: μόνη γὰρ βαρύνεται ὑπὸ τῷ κύματι τῆς γαστρός, ἐπειδὴ μόνη ἐγκύμων γίνεται, οἱ δὲ ἄλλοι πάντες ὄφεις ὠοτοκοῦσι.
ῥικνῆεν δὲ τὸ διερρωγός, τὸ παλαιόν· ἢ τὸ ῥυςσὸν ἢ τὸ τρομερόν. ἀπὸ κοινοῦ δὲ τὸ μὴ σύγ’ ἐνὶ τριόδοισι τύχοις.
ὁ πότε σκαρθμούς: ἤγουν τὰς διατριβάς, τοὺς τόπους, τὰ ἴχνη ἢ τὰς κινήσεις καὶ διώξεις. ἢ σκαρθμὸς ὁ διὰ τῶν ῥωθώνων ἀποσπασμὸς τῶν θηρίων· αὗται γὰρ ἀποσπῶνται τοῖς μυκτῆρσι τοὺς ὄφεις ἐκ τῶν καταδύσεων. ὁ δὲ λόγος, καὶ ὁπότε τὸν ἐξελκυσμὸν τὸν διὰ τῶν μυκτήρων ἐκκλίνας ὁ ὄφις καὶ φυγὼν καὶ πλήρης ὢν χολῆς ἐνερείσει καὶ προσπελάσει τὸ στόμα ἀνθρώπῳ τινί, διαφθείρει. τοῦτο γὰρ ἐξακούεται.
κινωπησταῖς: ἁπλῶς τοῖς ὄφεσι καὶ κοινῶς τοῖς ἑρπετοῖς. ὀργίζονται δὲ αὐτοῖς οἱ νεβροτόκοι καὶ ζόρκες, τουτέστιν αὐτοὶ οἱ ἔλαφοι καὶ αἱ ζορκάδες.
τρόχμαλα δὲ τοὺς τραχεῖς τόπους καὶ πετρώδεις, ἢ τὰς τρίβους καὶ τὰ ἴχνη, ἢ τὰ εἰκαῖα τῶν ἀγρῶν τειχία. καὶ τὸ ἐρέοντες ἀντὶ τοῦ ζητοῦντες, διώκοντες καὶ ἰχνοσκοποῦντες τοῖς μυκτῆρσι τὰς καταδύσεις.
Ὄθρυς: ὄνομα ὄρους Θεσσαλίας, ὅπου ὁ σὴψ νέμεται· πλεονάζει γὰρ ἐκεῖ τὸ θηρίον τοῦτο.