Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
δίψιος δὲ ὁ ξηρὸς διὰ τὸ μὴ παρ’ ὑδατώδεσι τόποις φαίνεσθαι, ἀλλ’ ἐν ὀρεινοῖς. ἢ ὁ ποιῶν δίψαν τοῖς δακνομένοις.
φοινὰ δάκη: ἤγουν φονευτικὰ θηρία. καὶ τρηχέες ἀγμοί: οἱ τραχεῖς καὶ πετρώδεις τόποι παρὰ τὸ κατάγνυσθαι.
καὶ λέπας ἀκρωτήριον.
ἀλλόφατον λέγεται, ὅτι μεταβάλλεται εἰς χρώματα πολλά, καὶ πρὸς ὅντινα ἐγγίσῃ τόπον, τούτῳ ἴσον αὐτοῦ τὸ χρῶμα μεταβάλλεται. τὸ δὲ οἰαδόν ἐπιρρηματικῶς εἴρηται. γίνεται γὰρ ἐκ τοῦ οἶος καὶ οἰαδόν ἐπίρρημα.
χηραμά: τὰς καταδύσεις.
λίθακας τοὺς τραχεῖς τόπους. ἕρμακας δὲ τοὺς ἑρμαίους καὶ λιθώδεις τόπους. ἢ ἕρμακας λίθους σεσωρευμένους εἰς τιμὴν τοῦ Ἑρμοῦ.
τρηχεῖς δὲ οἱ ὀρεινοί. πικρότατοι γάρ εἰσι διὰ τὸ
πυρῶδες τοῦ δήγματος. καὶ ἔμπυροι οἱ χαλεπώπατοι καὶ φλέγοντες τοῖς ἀλγήμασι τοὺς πληγέντας.[μεταμώνιον: οὐ μάταιον, ἀλλὰ δεινόν, ἐπικίνδυνον G.]
ἄλλος δ’ αὖ κόχλοισι: τοῖς κόχλοις τῆς γῆς τὴν δομήν, ἤγουν τὸ σῶμα, ἀφομοιοῦνται. τῆς γῆς δὲ εἶπεν, ἐπεὶ καὶ θαλάσσιοί εἰσιν.
γράφεται ἔν τισιν φολίς, ἀπὸ τῶν ἰχθύων μεταφορικῶς. ὁ δὲ λόγος, ἄλλου δὲ ὄφεως ἐγχλωρίζουσα ἡ λεπὶς τὴν ἐπὶ μῆκος τεινομένην σπεῖραν ποικίλην ποιεῖ.
τὸ δὲ σπείρῃ λεπτύνονται ἀντὶ τοῦ ἢ τραχύνονται ἢ λευκαίνονται· ἀφ’ οὗ καὶ ἡ ἐν τοῖς σώμασι παρὰ φύσιν λευκότης καλεῖται λέπρα. ὁ δὲ λόγος, πολλοὶ δὲ ἐνδιατρίβοντες ἐν τῇ ἄμμῳ ὑπολευκαίνονται τὴν σπεῖραν, ἀλινδόμενοι καὶ κυλιόμενοι ταῖς ἄμμοις. ἄμαθος δὲ ἡ χερσαία κόνις Ὅμηρος δὲ (Il. I 385) διαστέλλει,
οὐδ’ εἴ μοι τόσα δοίη, ὅσα ψάμαθός τε κόνις τε.ἀπὸ δὲ τούτου ποιεῖται τὴν τῶν ζῴων ἐξαρίθμησιν καὶ τὰ ἰδιώματα τῶν πληγῶν καὶ τὰ συμβαίνοντα πάθη τοῖς ὑπὸ τῶν ἑρπετῶν πληγεῖσιν, ἀρξάμενος ἀπὸ τῆς ἀσπίδος.
φράζεο δ’ αὐαλέαις: τὴν φρίσσουσαν ταῖς καταξήροις φολίσι φονευτικὴν ἀσπίδα, τὸ χαλεπώτατον τῶν ἄλλων θηρίων, σκέπτου.
τὸ δὲ ἀμυδρόν ὁτὲ μὲν ἀσθενές, ὁτὲ δὲ καὶ εὐκίνητον καὶ χαλεπόν. Δημήτριος δὲ φησιν εἰρῆσθαι ἀμυδρότατον δάκος τὴν ἀσπίδα, καθ’ ὅσον οὐκ ἄγριόν ἐστι καὶ ὀξὺ τὸ ζῷον, ἀλλὰ μόνον τῇ φύσει χαλεπόν. δύναται δὲ κατ’ ἀμφότερα λέγεσθαι, χαλεπὸν μὲν διὰ τὸ ἀνίατον, ἀμυδρὸν δὲ διὰ τὸ νῶκαρ, ὃ καὶ χωρὶς ἀλγημάτων ἀναιρεῖ. Ἄλλως. ἀμυδρόν νῦν τὸ χαλεπὸν λέγεται, ὡς καὶ Ἀρχίλοχος
ἀμυδρὰν χοιράδ’ ἐξαλεύμενοςἔστι δὲ καὶ ὅτε εὐκίνητον, ὡς ἐπὶ τῆς ἴκτιδος (Ther. 196) ἀντὶ τοῦ εὐκινήτου. καὶ ὁ αὐτὸς (Ther. 358) ἐπὶ τοῦ χαλεποῦ
καί τε τυπῇσιν ἀμυδροτέρῃσιν ἰάπτει.Ἄλλως ἀμυδρότατον ἀσθενέστατον, παρόσον ἀσθενοποιός ἐστιν ἡ πληγή.
Κέλευθος ὁμῶς: κατεναντίον τῷ κεράστῃ. ὁ μὲν γὰρ πλαγίως βαδίζει, ἡ δὲ τὸ ἐναντίον. ἡ σύνταξις δέ· ταύτης μὲν γὰρ ἡ ὁδὸς κατεναντίον, οἱονεὶ κατ’ εὐθεῖαν καὶ ὀρθῶς γίνεται τῷ μακρῷ
διασπασμῷ καὶ εἱλιγμῷ τῆς γαστρὸς κατὰ τὴν ὁλκαίην ἀτραπόν, οἱονεὶ τὴν ἐπιμήκη.δολιχῷ δὲ μηρύγματι γαστρός, οἱονεὶ τῷ ὁλκῷ ἢ τῷ βαδίσματι καὶ ἐπισπασμῷ ἀπὸ τοῦ μηρύεσθαι. ἀκατάλληλα δὲ τὰ ἔπη· ἔδει γὰρ οὕτως ἀναγινώσκεσθαι· φράζεο δῆτα ἀσπίδα φοινήεσσαν, εἶτα ἣ καὶ σμερδαλέον μέν, εἶτα νωχελὲς ἐξ ὁλκοῖο, εἶτα αἰὲν ἐπιλλίζουσα, εἶτα τῇ μὲν γάρ τε κέλευθος, εἶτα ἀτραπὸν ὁλκαίην.
σμερδαλέον: φοβερὸν μὲν καὶ καταπληκτικὸν ἔχει ἀπὸ τῆς ὄψεως, ἄλλως δὲ ἐν τῇ πορείᾳ καὶ τῷ ἑλκυσμῷ τοῦ σώματος νωχελής ἐστι καὶ ὑπνώδης· τὸ γὰρ ὑπναλέοις ἐπιλλίζειν ὄσσοις τοῦτο δηλοῖ, ὅτι συνεχῶς τοῖς ὄμμασιν ἐπινεύουσα φαίνεται.
ἀθρήσῃ: αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς ἐπὶ τοῦ ὁρῷ οἷα λέγεις. νωθρὸν δὲ τὸν νωθῆ καὶ νωθείαν ἐμποιοῦντα, τουτέστι νωχελίαν καὶ ἀργίαν.
ὁλκῷ: τῷ δὲ ὁλκῷ τοῦ σώματος τροχώδη καὶ κυκλοτερῆ ἁλωνίαν εἱλίξατο ἐν τῇ γῇ. ἅλωνα δὲ εἶπε, διότι καὶ αὑται αἱ ἁλωνίαι τροχοειδεῖς καὶ κυκλοτερεῖς εἰσι τῷ σχήματι τῷ τυπουμένῳ τῷ εἱλιγμῷ τῆς ἀσπίδος.
ἅλωα: τὴν σπεῖραν, τὸ σῶμα. κυρίως δὲ τὴν νέφωσιν τὴν περὶ τὸν ἥλιον καὶ τὴν σελήνην γινομένην πολλάκις. Ἄλλως. κυρίως ὁ δίσκος τοῦ ἡλίου καὶ τῆς σελήνης· μετενήνεκται δὲ εἰς τὴν τῆς ἀσπίδος περιφέρειαν.
Αἰγανέη δὲ τὸ ἀκόντιον ἀπὸ μέρους, τοῦ αἰγείου ἱμάντος, ὃν ἐξαγκυλούμενοι βάλλουσι. λέγει δὲ τοῦ μεσαγκύλου τοῦ ἀναιροῦντος τοὺς θῆρας. εἴρηται δὲ παρὰ τὸ ἄγαν νεῖσθαι.
ὀργυι ῇ δὲ μετρητὸν ἀντὶ τοῦ ἴσου καὶ μεμετρημένου ὀργυιᾷ.