Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἐπὶ χλωρηίδα νώτῳ: χλωρὰν ἐπὶ τῷ νώτῳ. ἰστέον δὲ ὅτι τινὲς βοτάνην λέγουσι τὴν κάμπην, τινὲς δὲ τὸ ζωύφιόν φασι.
ἀγριάδος δὲ μαλάχης κατὰ συναλοιφην τῆς ἀγριομαλάχης, ἣν καὶ ἀλθαίαν καλοῦσι. καὶ ἐγκύμονα ἀθαλλῆ, ἁπαλόν, μήπω ἐξηνθηκότα.
ἰαύοις: κοιμήσαιο
ψήχεο δ’ ἐν στέρνῳ: το δὲ ἑξῆς, ἀνάτριβε δὲ ἐν τῇ κοιμυλόεντι: λότητι τῆς θυείας.
μυλόεντι: ἢ τῷ λιθίνῳ ἢ τῷ μυλοειδεῖ.
ὀράμνους δὲ τοὺς κλάδους. κατὰ συγκοπὴν δὲ εἶπεν, οἷον ὀροδάμνους παρὰ τὸ ὀρούειν.
ὀδελοῦ: ἀντὶ τοῦ ὀβελοῦ Δωρικῶς ἢ Αἰολικῶς· καὶ Θεόκριτος (5, 27) [δήλεται τὸ βλάπτεται ἢ] δήλεται τὸ βούλεται. αἴσιος δὲ ὁλκὴ ἀντὶ τοῦ ἴση. ἴσῳ γάρ, φησι, σταθμῷ βαλὼν τρῖβε. διὰ γὰρ τοῦ αἴσιον σημαίνει τὸ καθῆκον καὶ ἰσόσταθμον ποιεῖσθαι.
δαύκου: τὸ μέντοι δαύκου καὶ δαύχου γράφεται, ἐπί τινων δὲ καὶ γλυκύ. ἔστι δὲ ῥιζίον παρόμοιον σταφυλίνῳ. Ἀντίγονος δὲ λέγει δαύχμου. ἔστι δὲ δάφνη πικρά. χειροπληθῆ δὲ ὅσον γεμίσαι τὴν χεῖρα. Δαύκου: δύο γένη τῆς βοτάνης, ἡ μὲν Κρητική, ἡ δὲ Ἀσιατική. Πλούταρχος πλείονα μέν φησι γένη αὐτῆς εἶναι, τὸ δὲ κοινὸν τῆς δυνάμεως ἰδίωμα δριμὺ καὶ πυρῶδες, ὡς καὶ ἡ γεῦσις αἰσθάνεται καὶ ὄσφρησις, καὶ πειρώμενον δῆλον εἶναι. καὶ γὰρ ἔμμηνα κινεῖ σφόδρα καὶ διαλύει στρόφους τῇ θερμότητι καὶ τῶν περὶ τὸν θώρακα σπλάγχνων καθαρτικὸν καὶ προσέτι γε μὴν λεπτυντικὸν ἔχει σθένος.
Τέρσαι ὑπὸ σκιόεντι: ξήραινέ φησιν, ἐν σκιώδει καὶ ἀνεμώδει τόπῳ μὴ γὰρ ἐν ἡλίῳ, ἵνα μὴ ἡ ὑγρότης αὐτῶν ξηρανθῇ ὑπὸ τοῦ ἡλίου καὶ ἀνενέργητα ποιήσῃς αὐτά.
αὖα δ’ ἐν ὄλπῃ: σκιόψυκτα δὲ ὄντα καὶ ξηρὰ θρύπτε αὐτὰ ἐν ληκύθῳ, καὶ οὕτως ἀλείφου, ὅτε χρεία καλέσει.
εἴγε μέν: δύο ὄφεις συνουσιάζοντας κελεύει λαβόντας ἑψῆσαι. χύτρῳ δὲ τῇ χύτρᾳ. διὰ τί δὲ συνουσιάζοντας; διότι ἐν τῷ καιρῷ τῆς συνουσίας βρωμοῦσιν. ἀποστρέφονται δὲ φύσει τὸν ἑαυτῶν βρῶμον. κνώδαλα δὲ κυρίως μὲν τὰ θαλάσσια παρὰ τὸ κινεῖσθαι ἐν τῇ ἁλί· καταχρηστικῶς δὲ τοὺς ὄφεις λέγει. φησὶ δὲ Ὀππιανὸς κνώδαλα τὰ τῶν θηρίων γένη, ἐξ οὗ καὶ μνείαν ποιεῖται ὁ Νίκανδρος περὶ κνωδάλων καὶ λέγει οἷον αἱμορροίδας καὶ κεράστας καὶ τριχοφόρους, ἤτοι χοίρους.
δραχμάων: τὸ τρίτον μέρος τοῦ δεκάτου τῆς δραχμῆς· τὸ τρίτον δέ ἐστι τῆς δεκάδος τρεῖς καὶ τρίτον. ἢ τριπλάσιον τῆς δεκάδος, τουτέστι τριάκοντα δραχμάς. τρίφατον οὖν ἀντὶ τοῦ τρίλεκτον, οἷον τριπλῆν δεκάδα, τουτέστι τριάκοντα δραχμάς.
ὁ μὲν γὰρ χοῦς ιβ κοτύλας ἔχει. τρίτον ουν τῶν δώδεκά φησιν. Ἐν δὲ τρίτην μοῖραν: ἀντὶ τοῦ δ κοτύλας. ιβ γὰρ κοτυλῶν ἐστιν ὁ χοῦς, τοῦ δὲ ιβ τὸ τρίτον δ. ἢ καὶ οὕτως, τῶν τριῶν ὄντων τῶν ῥοδίνων τῷ πρώτῳ καὶ τῷ δευτέρῳ ὡς ἐξόχοις φησὶ χρῆσθαι.
τρεῖς γὰρ ἀποστάσεις ποιεῖ τὸ ῥόδον, πρώτην, μέσην καὶ τελευταίαν· ἀντὶ τοῦ ἐν τρισὶν ἀγγείοις βάλλουσιν ἔλαιον· καὶ ἐν τῷ ἑνὶ ἐξ αὐτῶν βάλλουσι τὸ ῥόδον καὶ ποιοῦσι τὴν πρώτην ἀπόστασιν τὴν ἐνεργεστέραν· καὶ ὅταν ἀποβραχῇ ἐν τῷ πρώτῳ ἀγγείῳ καὶ ποιήσῃ τὴν πρώτην ἀπόστασιν, αἴρουσιν αὐτὸ καὶ μεταβάλλουσιν ἐν τῷ δευτέρῳ ἀγγείῳ, καὶ ὅταν βραχὲν ποιήσῃ τὴν δευτέραν ἀπόστασιν, μεταβάλλουσιν αὐτὸ ἐν τῷ τρίτῳ ἀγγείῳ· καὶ οὕτω τρεῖς ἀποστάσεις ποιεῖ.Πολύτριπτον: ἐπεὶ πολλὰ εἴδη ῥοδίνου, καὶ τὸ μὲν πρῶτον, τὸ δὲ μέσον, τὸ δὲ μικτὸν καλοῦσιν, ὅπερ πολύτριπτον εἶπε. τὸ μικτὸν δὲ τὸ ἔξοχον.
ἰσόμορον: ἰσόμορον γὰρ λέγει τὸ ἴσον τοῦ ὀμφακίνου ἐλαίου, ἀντὶ τοῦ πάλιν δ κοτύλας. ἀργῆτος δὲ τοῦ λευκοῦ ἢ λαμπροῦ ἢ καθαροῦ, ἐξ ὠμῆς ἐλαίας γεγονότος.
ἐν δὲ τῷ τετράμορον λείπει ο καί σύνδεσμος, ἵν’ ᾖ καὶ τετράμοιρον κηροῦ, ἀντὶ τοῦ μίαν κοτύλην κηροῦ. τῶν γὰρ δ τὸ τέταρτον ἡ μία ἐστίν.
λάκτις δὲ ὁ λεγόμενος παρὰ Ἀττικοῖς ἀλετρίβανος. λέγει δὲ νῦν τὴν τορύνην, τὸ κίνητρον.
ἄκανθα δὲ κυρίως μὲν ἡ σπεῖρα τοῦ δράκοντος, νῦν δὲ λέγει τὸν δράκοντα. ἄφελε γοῦν, φησι, καὶ ἀποχώρισον τὰς φολίδας καὶ τὰ λεπάσματα· ἀπὸ κοινοῦ δὲ τὸ λίπαζε, ἀντὶ τοῦ χρῖσον.
θρίναξι: γεωργικόν τι σκεῦός ἐστιν ἔχον τρεῖς ἐξοχὰς καὶ σκόλοπας ἀπωξυμμένους ᾧ τοὺς στάχυας τρίβουσι καὶ λικμῶσι καὶ ἀπαχυρίζουσι.
δακέεσσι δὲ τοῖς θηρίοις, νῦν δὲ ταῖς ἀσπίσιν. ἔτι δέ, λέγει, εἰ μὴ ἠλειμμένος τῷ φαρμάκῳ ταῖς ἀσπίσιν ἐπιτύχῃς, ταχέως ἂν ταῖς ἡμετέραις προστάξεσιν ὑποχωρήσαις καὶ ἐκφύγοις ἂν τὰ δήγματα καὶ τὸν θάνατον τὸν ἐξ αὐτῶν.
τῶν ἤτοι θήλεια: περὶ τῆς ἀσπίδος λέγει, ἥ ἐστι διψάς. τῆς γὰρ θηλείας τὸ στόμα μεῖζον καὶ πλατυτέρα ἡ κεφαλή. τὸ δὲ παλίγκοτος οἷον ὀργίλη ἐστὶ τοῖς ἀπαντῶσι, τῷ τε δήγματι πλειοτέρα καὶ κατὰ τὴν ἑλκομένην σειρήν, ἤγουν οὐράν.