Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. μὴ ἀγαθῷ περ ἐόντι] ἀθετοῦσιν· πῶς γὰρ ὃν εἶπεν ὀλοὸν (39) νῦν ἀγαθόν φησιν, ἢ ἀντὶ τοῦ ἀνδρείῳ.

[*](Α+)

* νεμεσσηθῶμεν] “νεμεσσηθέωμεν.”

[*](B=)

54. κωφὴν γὰρ δὴ γαῖαν] καλῶς τὸ ἀναίσθητον γῇ παρείκασεν. 〈ἢ〉 ὅτι ἀπὸ γῆς τὸ σῶμα, ὡς καὶ Ἐμπεδοκλῆς(?) καὶ Ἡράκλειτος “νέκυες κοπρίων ἐκβλητότεροι” (fr. 85 Byw.).

[*](B=)

ἄλλως: κωφὴν γὰρ δὴ γαῖαν] βαρὺ καὶ γεῶδες τὸ σῶμα.

[*](B=)

ὀλλως: κωφὴν γὰρ δὴ γα ν] ἀν ὶ τοῦ ἀναίσθητον. κέχρηται δὲ τῷ 〈ε〉ἰδικῷ ἀντὶ τοῦ γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προέμενον φωνήν· “κωφὸν γὰρ βέλος” (Il. 11. 390) καὶ “κύματι κωφῷ” (Il. 14. 16).

[*](B=)

55. τὸν δὲ χολωσαμένη] ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν δὲ ἀπολογίαν πρὸς ἕτερα πεποίηται. οὐ γὰρ ὅτι οὐχ ἁμαρτάνει ἀπολογεῖται, ἀλλ᾿ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ τοῦ Ἀπόλλωνος εἰρημένον “ἀλλ᾿ ὀλοῷ Ἀχιλῆι θεοὶ βούλεσθ᾿ ἐπαρήγειν” (39), καί φησιν ὅτι δεόντως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν (59).

[*](B=)

56. εἴη κεν καὶ τοῦτο τεὸν ἔπος] πρέπον σεαυτῷ εἴρηκας· ἓν εἴη 〈ἂν〉 καὶ τοῦτο τῶν σῶν φλυαρημάτων.

[*](B=)

57. θήσετε τιμήν] ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ ἄλλος τις.

58. Ἕκτωρ μὲν θνητός] οὐδὲν πρὸς τὸ “θνητός” ἀντιδιέστειλεν. [*](ΑΒ+)γυναῖκά τε θήσατο μαζόν] ἀντὶ τοῦ γυναικός, ὡς τὸ “ὃ δ᾿ ἐρινεὸν—τάμνε νέους ὄρπηκας” (Il. 21. 37)· ἢ γυναικεῖον· ἢ παρέλκει τὸ “μαζόν.” τοὺς δὲ τοιούτους σολοικισμοὺς ἐπικυμισμοὺς οἱ στωι- κοὶ καλοῦσι διὰ τὴν ἀνισοσημίαν· οὕτω δὲ ἔλεγον ‘ὁ παῖς θ λάζει.’

[*](3. οὕτως eicit W || 14, 18. supplevi ex B || 22. ἥμαρτεν B ‖ 26. εἴρηκε Iin lemmate || ἢ B pro ἓν 27. supplevi ex B ‖ 28. θήσεται in lemmate ‖ 33. ἐπιχυμισμοὺς Bekker)
451

59. θεᾶς γόνος] ἀντὶ τοῦ “γόνος” τινὲς γράφουσι “πάις·” ὡς γὰρ ἀπὸ προγόνων ἐστὶ τὸ “γόνος.”

60. ἀτίτηλα] ἐξ ἀταλῆς ἐπεμελησάμην.

61. φίλος—ἀθανάτοισιν] εἵμαρτο γὰρ θνητῷ αὐτὴν γαμηθῆναι· ἐγὸὼ δὲ τῷ ἰσοθέῳ δέδωκα.

62. ἀντιάασθε γάμου] μετελαμβάνετε· ἐγένετο δὲ ἐν τῷ ἄντρῳ τοῦ Χείρωνος.

ἐν δὲ σὺ τοῖσι δαίνυ᾿ ] ὅ ἐστι‘τί νῦν ἀτιμάζεις ἃ ἐτίμας πρώην:’

63. ἔχων φόρμιγγα] οἰωνίζονται τὸν Ἀπόλλωνα δαιτὶ σχολάζειν καὶ μὴ λοιμοῖς. διὸ κιθάραν αὐτῷ νέμουσιν “ἣν ἄρα δαιτὶ θεοὶ ποί- ησαν ἑταίρην” (Od. 17. 271).

κακῶν ἕταρε] Ἀλεξάνδρου καὶ Ἕκτορος. Ἡσίοδος “μ00ηδὲ κακῶν ἕταρον” (0pp. 716).

αἰὲν ἄπιστε] ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· “ἐπέγναμψεν [*](Β=) γὰρ ἅπαντας Ἡρη (Il. 2. 31).

64. *τὴν δ᾿ ἀπαμειβόμενος] τινὲς “τὴν δὲ μέγʼ ὀχθήσας” ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει.

65. Ἡῥῆ] πιθανῶς ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν, τοῦ παι- [*](B=) δὸς οὐ θελήσαντος ἐπὶ τοῦ πατρὸς ἐρίζειν αὐτοῦ τῇ γυναικί.

ἀποσκύδμαινε] ὡς ἐρίζω ἐριδμαίνω, σκύζω σκυδμαίνω. ἢ ἀπὸ [*](B-) τῶν ὀργιζομένων λεαινῶν ἐπὶ τῇ ἀφαιρέσει τῶν σκύμνων. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον 〈ἐν τῷ ὀργίζεσθαι〉 συστολῆς τοῦ δέρματος, ὃ σκύτος καλεῖται· τινὲς δὲ οὐκ εὖ παρὰ τὸ ἐπισκύνιον.

66. οὐ μὲν γὰρ τιμή γε μί᾿ ἔσσεται] οὐχ ἕνα μόνον τιμήσομεν· [*](B=) ἢ οὐχ ὁμοία ἐπὶ πάντων ἔσται τιμή.

67. οἳ ἐν Ἰλίῳ εἰσίν] ἀντὶ τοῦ τῶν ἐν Ἰλίῳ ὄντων.

68. ὣς γὰρ ἔμοιγε]λείπει τὸ δοκεῖν· ἤ, ὡς ἐμοὶ καὶ τοῖς ἄλλοις ἦνφίλος. [*](B=) ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων] ἐπεὶ οὐχ ἡμάρτανεν ὁ Ἕκτωρ τοῦ ἐμοὶ τὰ προσηνῆ ποιεῖν.

69. ἐίσης] καὶ αὐτοῖς γὰρ ἀπέτεμνον μοῖραν, “τὴν—Νύμφῃσι” [*](Β+) (Od. 14. 435)· καὶ ἀπήρχοντο δὲ αὐτοῖς ἐξ ὅλων τῶν μελῶν. ἢ τῆς ἀγαθῆς, ὡς “καί σφιν δαῖτ᾿ ἀγαθήν” (Il. 23. 810).

71. κλέψαι μὲν ἐάσομεν] τὴν περὶ τὴν κλοπὴν γνῶσιν ἐάσομεν.

[*](B=)[*](2. ἀπὸ W; ἐπὶ B ‖ 3. ἀνεθρεψάμην B pro ἐπεμελησάμην ‖ 6. μεταλαμβάνετε ‖ 10. κιθάρην ‖ θεοὶ δαιτὶ ‖ 16. ταύτην δὲ: corr. Bekker ‖ 20. σκύζω B: σκύδω || 21. λεόντων B ‖ 22. supplevi ex B ‖ 25. ὁ. ἡ ἐπὶ πάντας B ‖ 27. δοκεῖ B 30. ἀπένεμον B ‖ νύμφῃσιν W: νῦν φησιν)
452

72. θρασὺν Ἕκτορα] ἄμεινον δὲ γράφειν “νέκυν Ἔκτορος.”

[*](Α+)

*ἦ γάρ οἱ] ἔν τισιν “εὖ γάρ οἱ”

[*](B-)

73. μήτηρ παρμέμβλωκεν] ψευδές· ἴσως οὖν φησίν, ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύςʼ ἢ ὑπερβολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συνεχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν.

νύκτας τε καὶ ἦμαρ] σολοικοφανές· ἔδει γὰρ ἤματα.

[*](A+B=)