Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27. ἀλλ᾿ ἔχον] διέκειντο· ἀλλ᾿ οὕτω, φησί, διέκειντο τῇ δια- [*](B=) θέσει.

28. ἕνεκ᾿ ἄτης] οὕτως Ἀρίσταρχος· τὸ γὰρ “ἕνεκα” τοῦ ἀπο- λογ.υμένου ἐστίν.

30. ἥ οἱ πόρε μαχλοσύνην] τὰ πρὸς πορνείαν, τὴν κόμην καὶ τὸ [*](B=) εἶδος (Il. 3. 55).

31. ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο] πιθανὸν γὰρ πάντων μὲν ἅπτεσθαι [*](B-) τὸν ἔλεον, ἄρξασθαι δὲ τῶν λόγων τὸν μᾶλλον κηδόμενον Ἕκτορος. οἱ ἑπτὰ οὖν (24—30) δεόντως ἀθετοῦνται, ὡς καὶ Ἀρίσταρχός φησιν· [*](6. διαφανῇ ‖ 9, 10. ἐγὼν ἐπὶ νῆα δ. ‖ 22. ἑξῆς B: ἓξ ‖ 23. συναφὴν B: συναλιφὴν ‖ 24. supplevi ex B ‖ 26, 27. οὕτως διαθέσεως εἶχον καὶ διέκειντο B || 28. εἴνεκ᾿ prius ‖ 33. κηδόμενον bis scriptum )

448
τό τε γὰρ κλέπτειν διὰ τοῦ Ἑρμοῦ θεοῖς 〈οὐ〉 πρέπον, ὄλογόν τε τὸ εἰπόντα τὴν γνώμην τῶν θεῶν τὴν περὶ τῆς κλοπῆς ἐπάγειν τοὺς λόγους τοῦ Ἀπόλλωνος κοινῇ κατηγοροῦντος τῶν θεῶν. οἳ δὲ ἄντικρυς ἐλέγχονται οὐκ ὄντες Ὀμήρου· οὐκ ἔδει γὰρ θεοὺς τὸν αὐτὸν θυμὸν ἔχειν Ἀχιλ- λεῖ, καὶ ὅτι Ποσειδῶν (26) οὐ διὰ χειρὸς Ἀχαιοῖς ἐπίκουρος. καὶ τὸ “νείκε〈σ〉σε” (29) ἄκυρον ἐπὶ δικαστοῦ· ἐπὶ γὰρ τῶν δικαζομένων αὐτὸ τίθησιν, “ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18. 498) “κρίνων νείκεα πολλὰ δικαζομένων” (Od. 12. 440), οἱ δὲ νεώτεροι ἐπὶ τοῦ τὸ νεῖκος διαλύειν. Ἀντίμαχος “μετὰ δὲ εὐνείκες κρίνον” (fr. 75 Κ.) ἀντὶ τοῦ εὐδιάκριτον· καὶ ἡ μέσαυλος σημαίνουσα τὴν ἐν ἀγροῖς οἴκησιν, Ὁμήρου παραδεδωκότος ἐν ἄστει τεθράφθαι τὸν Ἀλέξανδρον καὶ μουσικὴν πεπαιδεῦσθαι· “οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶῤ Ἀτφροδίτης ἥ τε κόμη τό τε εἶδος” (Il. 3. 54. 5), ἅπερ οὐδαμῶς ἀγροίκῳ ἁρμόζοντα. ἥ τε μαχλοσύνη νεωτέρα ἐστίν· ἀμέλει οὐδ᾿ ἐπὶ τῶν θεραπαινῶν Πηνελόπης αὐτῇ κέχρηται, ἐπὶ ἀνδρῶν δὲ οὐ τίθεται ἡ λέξις· ἀλλ᾿ οὐδὲ λαγνείαν αὐτῷ προσέβαλεν, ἀλλὰ καλλίστην γυναῖκα· τήν τε ἔριν τοῦ κάλλους οὐκ οἶδεν ὁ ποιητής· εἰ γὰρ ἤδει τὴν κρίσιν, οὐκ ἂν εἶπε Ζεὺς “τί νυ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν” (Il. 4. 31) φανερᾶς οὔσης τῆς αἰτίας· ἀλλὰ καὶ ὁ Πρίαμος θεοῖς ἀναφέρει τὴν αἰτίαν τοῦ πολέμου, ἀλλ᾿ οὐ τῇ κρίσει. “θεοί νυ μοι αἴτιοί εἰσιν” (Il. 3. 164). ἥ τε Ἑλένη οὔτε ἐν τῷ πρὸς Ἕκτορα λόγῳ (Il. 6. 344 sqq.) οὔτε ἐν τοῖς θρήνοις (762 sqq.) οὔτε ἐν τῇ πρὸς Πρίαμον διαλέξει (Il. 3. 171 sqq.) τῆς κρίσεως ἐμνήσθη, τὸ πᾶν δὲ ἀναφέρει Ἀλεξ- άνδρῳ. πῶς δ᾿ ἂν τὰς ναῦς “ἀρχτκάκους” (Il. 5. 63) εἶπε, καὶ οὐ τὴν κρίσιν; πῶς δὲ οὐκ ἄτοπον ἀθηνᾶν, περὶ ἧς φησι “δεινὼ δέ οἱ ὄσσε φάανθεν” (Il. 1. 200), ἐρίζειν Ἀφροδίτῃ περὶ ἧς φησι “καὶ ὄμματα μαρμαίροντα” (Il. 3. 397), ὡς εἰ καὶ Ἡροκλῆς ἀγωνίζοιτο πρὸς Ἄδωνιν. οἶδέ τε ἡ Ἀθηνᾶ τὸ κάλλος μύρον αὐτῆς ὄν. πῶς τε Ἥρα ἤρισε μητρὸς ἔχουσα τάξιν: φησὶ γοῦν “ῥά νυ μοί τι πίθοιο, φίλον τέκος” (Il. 14. 190). οἶδέ τε ἡ Ἥρα τὰ πειθοῦς ὄργανα παῤ αὐτῇ ὄντα, οἷς πάντας θεοὺς καὶ ἀνθρώπους δαμάζει (ib. 199).

[*](B-)

ἐκ τοῖο] ἐξ εὗ ἀπέθανεν Ἕκτωρ· ἐν μιᾷ γὰρ ἀπέθανεν, εἶτα ὑλοτόμησαν, τρίτη δὲ ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ [*](1. supplevi ex B || ἄλογόν τε τὸ B: ἃ λέγονται ‖ 4. μὴ ὄντες B ‖ 9. A. εὐιε κεστα δ᾿ ἔσαν λόγια B ‖ 10. ἀγροῖς W: ἄκροις; ὄρει B ‖ 14. νεωτέρων B 30. ἥρα)

449
γοῦν (107) “ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὀρώρει.” καὶ ὁ Ἑρμῆς φησι“δυωδεκάτη δέ οἱ ἠὼς κειμένῳ” (413)· ἐπίτηδες δὲ ἀνοχὰς παρέ- χουσι Τρωσὶ γνωσιμαχῆσαι, ἢ ὅτι πενθεῖ Πάτροκλον ὁ στρατηγός.

33. σχέτλιοί ἐστε, θεοί, δηλήμονες] δυσανάσχετα πράσσοντες. [*](B=) λείπει δὲ ὁ καί, ἵνʼ ᾖ καὶ δηλήμονες, ὅ ἐστι φθαρτικοί. καὶ τοῖς μὲν Τρωικοῖς μέμφεται, ὅτι μετὰ θάνατον ἀμελοῦσι τῶν φίλων, τοῖς δέ, ὅτι πέρα τοῦ δέοντος θυμοῦνται.

36. ᾗ τʼ ἀλόχῳ] οἰκτίζεται μνησθεὶς γονέων καὶ γαμετῆς καὶ [*](B=) παίδων εἰργομένων τῷ φιλτάτῳ τοῦ κοινοῦ μεταδοῦναι πυρός.

*ᾗ τ᾿ ἀλόχῳ] τῇ αὐτοῦ, οὐχ ἑαυτοῦ.

37. λαοῖσί τε] ἀπὸ κοινοῦ τὸ “ὦκα.”

38. κήαιεν] ἀπὸ τοῦ ἔκηα κήαιμι κήαιμεν, ὡς τύψαιμεν. §. ση- μειωτέον δέ, ὅτι καὶ ἐπὶ τῆς πατρίδος ἐκάοντο.

[*](A=)

κτερίσαιεν] “κτερίσαιεν” διὰ τοῦ α ἡ παραλήγουσα. Ὁμηρικώ- [*](Α-) τερον δὲ τὸ “κτερίσειαν,” ὡς “τίσειαν Δαναοί” (Il. 1. 42).

39. ὀλοῷ Ἀχιλῆι] ὀλοθρευτικῷ ἢ ὀλέθρου ἀξίῳ.

[*](B=)

βούλεσθ᾿ ἐπαρήγειν] βούλεσθε προσεῖναι, προστίθεσθαι· παῤ Ἴωσιν.

[*](B-)

40. φρένες —ἐναίσιμοι] φρόνη μα καθῆκον.

41. γναπτόν] εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέ- [*](B=) θηκε τὴν ὠμότητα Ἀχιλλέως.

42. ἐπεὶ ἄρ] ἢ περισσόν ἐστι τὸ “ἐπεὶ ἄρ,” ἢ ἀντὶ τοῦ “εἴξας” [*](AB+) γραπτέον “εἴξῃσι,” ἴν᾿ ᾖ, ἐπὰν εἴξῃ, εἶτ᾿ ἐπὶ μῆλα.

43. βροτῶν] περισσόν ἐστιν, εἰ μὴ λείπει τὸ τινός.

44. οὐδέ οἱ αἰδώς] λείπει τὸ ἐστίν· τὸ δὲ ἑξῆς ἀθετητέον· ἁρμόζει γάρ τινι γνωμολογοῦντι· ἐρεῖ δὲ Ἀχιλλεύς, ὅτι νῦν ἐμὲ βλάπτει.

45. ἥ τ᾿ ἄνδρας μέγα σίνεται ἡδ᾿ ὀνίνησιν] τινὲς ἐδάσυναν τὸ η, [*](Α+) ἵνα εἶεν δύο αἰδοῖ, ὡς Εὐριπίδης “δισσαὶ—εἰσίν” (Hipp. 384)· οὔπω γὰρ αἰδὼς καὶ αἰσχύνη διεκέκριτο, ἀλλ᾿ ἐπὶ διαφόροις πράγ- μασιν ἓν ἦν ὄνομα. πανταχοῦ δὲ τῶν ὑπομνημάτων οὕτως εὗρον πλὴν Ἡρακλέωνος.

46. μέλλει μέν που τις] ἔοικεν.

[*](A+B=)

47. ὁμογάστριον] οὗτοι γὰρ ἐνδιάθετοι· “ἐπεὶ οὐχ ὁμογάστριος [*](A + Β-) [*](1. ὀρώρει B: -ρεν ‖ 3. γνωσιμαχῆσαι B: βουλεύσασθαι γνωσιμαχῆσαι 6. τοῖς μὲν Τρωικοῖς B: τοὺς μὲν Τρωικοὺς ‖ 6. τοῖς B: τοὺς ‖ 10. αὐτοῦ W ἐαυτοῦ ‖ 12. τοῦ ἄκη ἀκήαιμι κῆμεν ὡς ‖ 14. α A: δ ‖ 16. Ἀχιλλῆι ‖ 22. γροπτέον Bekker: γρσάφεται ‖ εἴξρσι et εἴξῃ εἶσ᾿ W: ἤξῃσι bis || 32. ἀδελ- φοῖς supplet post ἐνδ. Eust., ἀδελφοί B)

450
Ἕκτορός εἰμι” (Il. 21. 95)· οὓς μὲν γὰρ ἴσασιν ὄντας ἀδελ- φούς, τοὺς δὲ ὁμοπατρίους οἴονται· καὶ Ἑλένη “τώ μοι μία γείνατο μήτηρ” (Il. 3. 238)· οὕτως, οὐχ ὡς ὁ κασίγνητος, αὶ ὁμ γάστριος.

[*](B-)

49. τλητὸν γὰρ μοῖραι θυμὸν θέσαν ἀνθρώποισι] καὶ Ε ριπίδης (Or. 3) “ἧς οὐκ ἂν ἄραιτ᾿ ἄχθος ἀνθρώπου φύσις.” τοῦτο δέ. ὅτι δεῖ τὰ συμβαίνοντα γενναίως φέρειν.

50. Ἕκτορα —ἦτορ ἀπηύρα] ἀντὶ τοῦ Ἕκτορος.

[*](B—)

52. οὐδέ τ᾿ ἄμεινον] λείπει“ἔσται, τὰ δὲ συγκριτικὰ ἀντὶ ἁπλῶν· ἢ τοῦ παύσασθαι.

[*](Β=)