Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

74. ἀλλ᾿ εἴ τις καλέσειε] ἀλλ᾿ εἴθε τις. §. ὥσπερ δὲ εἰπόντος [*](B=)“ἀλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν” (Il. 1. 62) ἀνέστη Κάλχας. οὕτω καὶ νῦν ἡ Ἶρις.

[*](A~)

καλέσειε θεῶν] τὸ “θεῶν” ὄνομά ἐστιν ἢ μετοχή.

75. ὄφρα τί οἱ εἴπω] ἅμα ἵνα καὶ νουθετήσῃ αὐτὸν ἡ μήτηρ.

77. ἀελλόπος] Εὐφορίων “ἀελλόποδος αἰθαρύταο” (fr. 163 M.).

[*](AB=)

78. Σάμοιο] τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλεγον. ἐκαλεῖτο δὲ Λευκωνία· εἶτα ὑπὸ Σαμίων οἰκισθεῖσα, ὧν τὰ σκάφη αἰχμάλωτοι Θρῇσσαι κατέκαυσαν, Σαμοθρᾴκη ὠνόμασται.

79. μείλανι πόντῳ] ἀντὶ τοῦ ‘μέλανι κόλπῳ,’ ὃς ἀπὸ Μέλανος ποταμοῦ καταφερομένου εἰς αὐτὸν ὠνόμασται· οἳ δὲ ἀπὸ τοῦ Φριξίδου Μέλανος ἐκεῖ ναυαγήσαντος· ἢ ὅτι ἐκ μελαγγείων ὁ ποταμὸς κατιὼν μελαίνει αὐτόν· ἐκεῖ δέ ἐστι καὶ ἡ Σαρπηδονία ἄκρα· τάχα δὲ τοῦτο τοῦ ὕδατός ἐστιν ἐπίθετον, ὡς “μέλαν δέ ἑ κῦμα” (Od. 5. 353)· νῦν δὲ Καρδιανὸς ὁ κόλπος ὀνομάζεται.

ἐπεστενάχησε] ἀεὶ βαρυτόνως φησὶ “στενάχων.”

[*](B-)

80. ἣ δὲ μολυβδαίνῃ ἰκέλη] τῷ μολυβδ〈ί〉ῳ, ὃ πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ· οἳ δὲ τὴν βολίδα· ἢ μόλιβον δέ φησιν (Il. 11. 237) ἢ μόλυβδον.

[*](A~B-)

81. βοὸς κέρας] ὃ προσάπτουσι τῇ ὁρμιᾷ. πρὸς τὸ μὴ ἐσθίεσθαι καὶ 〈τὸ〉 ὁμόχροον εἶναι τῇ θαλάσσῃ. οὐ γὰρ τὴν τρίχα, ἐπεί φησι “λίνῳ καὶ ἤνοπι χάλκῳ” (Il. 16. 408)· οἳ δὲ τὸ κέρσιμον, ὃ πρὸς τοῖς ἄκροις τῶν καλάμων βάλλουσι πρὸς τὸ καταδύεσθαι τῷ βάρει τῶν ἰχθύων. οἳ δὲ νεώτεροι “κέρας” τὴν συμπλοκὴν τῶν τριχῶν ὁμοίαν κέρατι· “τὸν κεροπλάστην ἄειδε Γλαῦκον” Ἀρχίλοχος (fr. 57 B.).

82. ὠμηστῇσιν ἐπ᾿ ἰχθύσι] τοῖς ὠμοῖς ἐσθιομένοις· νῦν γὰρ περὶ τῶν μικρῶν ὁ λόγος ἐστίν.

[*](12. ἀελλόπους in lemmate ‖ αἰθαρύτας coni. Bekker, θ᾿ ἁρπυίας Oder de Anton. Lib. p. 62 ‖ 15. Θρῆσσαι Eust.: Θρᾷκες et ante αἰχμ. addit οἱ B, Θρῆκαι ‖ κατέκαυσαν Eust.: κατέδυσαν ‖ 16. ὃς Bekker: ὡς || 17. Φρυξίδου ‖ 18. μελαγγείων etiam Eust. || 23. suppl. ‖ 29. καταδύεσθαι scripsi: καταμίγνυσθαι)
453

84. εἴατο] δασέως· Ἀρίσταρχος δὲ ψιλοῖ.

[*](A+)

85. κλαῖε μόρον] ἐπειδὴ μέλλει καταστρέφειν τὸν λόγον εἰς τὰς [*](B=) Ἕκτορος ταφάς, προλαβεῖν τι ἐπιχειρεῖ τῶν ἑξῆς καὶ τὸ κέντρον ἐγκαταλιπεῖν, ὡς ὁ κομικός (Eup. Dem. fr. 94 Κ.), τοῖς ἀκροωμένοις, ὥστε ποθῆσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι καὶ ἐννοεῖν παῤ ἑαυτοῖς, οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα· καὶ ἔστι περιπαθὲς τὸ κλαίειν τὸν ζῶντα.

〈ὅς οἱ〉 ἔμελλε] ἐῴκει, ἀντὶ τοῦ ὃς τῷ υἱῷ ἥρμοστο· περισσὸς [*](ΑB+) οὖν ὁ ἑξῆς. §. Ῥιανὸς δὲ γράφει “ὃς τάχ᾿ ἔμελλεν.”

[*](A=)

88. ἄφθιτα μήδεα εἰδώς] ἀμετάβλητα.

[*](B+)

90. τίπτε μ᾿ ἐκεῖνος] τὸ ἑξῆς, τίπτε μ᾿ ἄνωγε μίσγεσθ᾿ ἀθανά- [*](B=) τοισιν. ἢ λείπει τὸ ἐλθεῖν.

91. ἔχω δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.

[*](b=)

ἄχε᾿ ἄκριτα] ἀναρίθμητα.

[*](B=)

92. οὐδ᾿ ἅλιον ἔπος ἔσσεται] οὐ ματαιώσω τὴν κέλευσιν αὐτοῦ.

[*](Β=)

94. 〈κυάνεον—〉 ἔσθος] παρὰ τὸ ἕω· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰ- [*](Β=) κεῖον δὲ θαλασσίᾳ καὶ πενθούσῃ θεῷ.

96. ἀμφὶ δ᾿ ἄρα σφι λιάζετο] ὑπεχωρίζετο, διίστατο, ὥσπερ [*](Β=) ὁδὸν παρέχον, τὸ κῦμα.

97. ἐς οὐρανὸν ἀιχθήτην] “οὐρανόν” τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου [*](A~B-) τόπον· φησὶ γοῦν “ἤλυθες Οὔλυμπόνδε, θεὰ Θνέτι” (104). §. “ἀκτήν” [*](Β=) δὲ τὴν τοῦ μέλανος κόλπου.

100. ἣ δ᾿ ἄρα παρ Διὶ πατρί] ἐκ δεξιῶν, ὥς φησι Πίνδαρος “πῦρ πνέοντος ἅ τε κεραυνοῦ ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρὸς ἵζεαι” (fr. 146 B.)· καὶ ἐν τῷ Καπετωλίῳ δὲ οὕτως ἵδρυται ἡ Ἀθηνᾶ. εἶξε δ᾿ Ἀθήνη] ὡς νεωτέρα· ἡ δὲ βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται.

[*](Β=)

108. Ἕκτορος ἀμφὶ νέκυι] Ἕκτορος νέκυα. ἀλλὰ καὶ “οἰσέ- [*](Α+) μεναι νεκρὸν Ἐλπήνορα” (Od. 12. 10).

109. ὀτρύνεσκον] ἡ Μασσαλιωτικὴ “ὀτρύνουσιν.”

*ἐύσκοπον Ἀργεϊφόντην] συνετόν, κατὰ 〈τοῦ〉 σκοποῦ φέροντα [*](B-) 〈τὴν〉 γνώμην. ἐντεῦθεν δὲ τὰ ἄνω διεσκεύαστ ⌈αι⌋περὶ κλοπῆς (71—3).