Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

3, 4. αὐτὰρ Ἀχιλλεὺς κλαῖε] ἐπειδὴ ἀπὸ τῆς ἀνέσεως τοῦ [*](B=) ἀγῶνος ἐν ἄλλῃ καταστάσει πεποίηκε τὸν ἀκροατήν, ὥσθ᾿ ὑπονοεῖν, μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν ὁ Ἀχιλλεύς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς γὰρ πάλιν ὑπὸ τῆς λύπης κρατεῖται.

5. ᾕρει πανδαμάτωρ] ᾕρει μέν, οὐχ ὁλοτελῶς δὲ διὰ τὸ πένθος. [*](B=) ἢ καὶ πάντας δαμάζων αὐτὸν οὐχ ᾕρει, ὥστε ἀνωτέρω (Il. 23. 62) τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος ἦν. πανδαμάτωρ] Σιμωνίδης δαμασίφωτα τὸν ὕπνον καλεῖ (fr. [*](B+) 232. B.).

6. Πατρόκλου ποθέων] δεξιῶς ὑπόκειται τίνα ἦν τὰ ἀναμιμνῄ- [*](Α~B+) σκοντα αὐτὸν πένθους. οὐ γὰρ ὅτι συνέπαιζεν, οὐδ᾿ ὅτι αὐτὸν ἐκολάκευεν, οὐδ᾿ ὅτι ἡδὺς συμπότης, ὡς ὁ τοῦ Ἕκτορος “ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής” (Il. 17. 577), ἀλλ᾿ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων ἔργων. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους (6—9) πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων κακοσχόλως ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες; ὅτι ὡς σύγκοιτον ποθεῖ, οὐχ οἷον ἡμιθέων ἀλλ᾿ οὐδὲ ἡμιγυναίκων ἄξιον· εἰ γὰρ ὅλως τοῦτο ὑπονεῖν δεῖ, ἐραστὴς ἂν εἴη [*](1. ἀγωνίσεις B ‖ 2. ἀγωνόρχην Eust.: ἀγῶν᾿ ἀρχὸν || 4. γωνίαν Et. M.: ἀγωνίαν ‖ 5. ἡνιόχου Eust.: ἡνιόχ᾿ ‖ Ἀγώνου Eust. ‖ 10. δαύορπον Apoll. Soph: : δόρπος B, δόρπον ‖ δαύειν etiam Et. M.: ἰαύειν B || 11. δαρῶν W, δερμάτων Et.. M.: δώρων ‖ 14. παρετάθη B ‖ 18. μονωθεὶς B: μονώσας ‖ 27. οὐδ᾿ sec. ut B: ἢ pr. ‖ 30. κοκοσχόλων B)

446
Πάτροκλος ὡς νεωτέρου καὶ περικαλλεστέρου· ἀθετοῦνται δὲ διὰ ταῦτα· ἀνδροτὴς γάρ ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις. εἶπε δὲ “κοὶ μένος ἠύ.” καὶ “τολύπευσε” (7) δ᾿ οὐκ ἄκαιρον· ἄλλως τε σὺν αὐτῷ οὐχ ὑπέμεινέν τι, αὐτός τε ἐπὶ κουφοτέροις αὐτοῦ μέμνηται “ἦ ῥά νυ μοί ποτε καὶ σύ, δυσάμμορε” (Il. 19. 315).

[*](A=)

ἄλλως: Πατρόκλου ποθέων] προηθετοῦντο οἱ δ᾿ (6—9) καὶ παρὰ Ἀριστοφάνει.

καὶ μένος ἠύ] προθυμίαν, ὁμόνοιαν· ποθεῖ οὖν αὐτοῦ ἀρετὴν καὶ ὁμονοίαν.

[*](B=)