Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

7. τολύπευσε] εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ ἡ σφαῖρα τῶν ἐρίων· ἔνθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἕν τι κεφα- λαιοῦν τολυπεύειν λέγεται.

[*](B=)

καὶ πάθεν ἄλγεα] “ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν” (Pind. Nem. u. 31). §. αἱ δημώδεις “καὶ πάθεν ἔργα.”

[*](Α+)

8. κύματα πείρων] ὡς κείρων.

[*](A+B-)

πείρων] βαρυτόνως· φησὶ γοῦν “καὶ ἠῶ πεῖρε κέλευθον” (Od. 2. 434). εἰ δὲ καὶ οὗτος ἀθετεῖται, ἄλλο φησὶν “ἄλλα τ᾿ ἔπειρον” (Od. 3. 33) καὶ “περὶ δουρὶ πεπαρμένη” (Il. 21. 557). καὶ ὡς σπείρω σπόρος φθείρω φθόρος, οὕτω πείρω πόρος· “πόρους ἁλὸς ἐξερεείνων” (Od. 12. 259) “θαλάσσης εὐρυπόροιο” (Il. 15. 381. al.) “Ἀλφειοῖο πόρον” (Il. 2. 592)· καὶ “ἀκροπόρους” (Od. 3. 463) τοὺς πείροντας κρέα τοῖς ἄκροις. καὶ “ὠκύπορος νηῦς” (Od. 15. 473) ἡ περωμένη, “ποντοπόρος” δὲ ἡ περῶσα· καὶ ὡς κείρω κορμός, πείρω πορμός καὶ πορθμός.

[*](B~)

11. πρηνής] οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τί γάρ ἐστι τὸ “προπρηνέα τύψῃ” (Od. 22. 99):

[*](B=)

τότε δ᾿ ὀρθὸς ἀναστάς] ἀντὶ τοῦ ἄλλοτε.

[*](B+)