Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. λῦτο] εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς μι. ὥσπερ ἤδη ἐπίσταται λέγων “νῦν δ᾿ ἐλύμην” (Il. 21. 80) καὶ “τῆς—αὐτοῦ λύτο γούνατα” (Il. 21. 425), ἔκτασις ἂν εἴη· εἰ δὲ παρατατικός, κρᾶσις, ἐλύετο “λῦτο” ὡς τὸ ῥύεσθαι ῥῦσθαι· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε” (Il. 15. 141). ἢ ἀπὸ τοῦ λέλυτο, ὡς “βλῆτο” (Il. 17. 598).

[*](B-)

ἀγών] ἢ τὸ πλῆθος, “θεῖον δύσονται ἀγῶνα” (Il. 18. 376)· ἢ [*](2. διὰ τοῦ B: δι᾿ οὖ ‖ 3. λίασσεν A ‖ 9. ἀπὸ B: ἀντὶ || 10. ἐντε- τορευμένων B: ἐντετορνευμένων ‖ 12. schol. ad l. 19 adnexum: seiunxi et traieci ‖ ἀγῶνα scripsi et ad lemma traieci: ἄγων ‖ 13. ὑπέρβαλον ‖ 24. addidi: Ἰλιάδος ω Ὁμήρου ῤαψῳδίος textui inscriptum ‖ 26. ‘an ὄνπερ ?’ W || 26, 27. καὶ ἐκ τῆς, cf. A ‖ 27. αὐτοῦ scripsi: κλαιούσης A, οὔσης ‖ 28. ῥύσεσθαι ῥύσθαι)

445
αὐταὶ αἱ διαγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν 〈ἡ〉 ἀγορά· καὶ τὸν ἀγορανόμον ἀγωνάρχην καλοῦσιν· καὶ “ἀγωνίους θεούς” Αἰσχύλος (Ag. 491) τοὺς ἀγοραίους. καὶ Ἡσίοδος “ἐρχόμενον δ᾿ ἀν᾿ ἀγῶνα” (Th. 91). “ἀγών” δὲ ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος· οἳ δὲ ἀπὸ τοῦ Πέλοπος ἡνιόχου Ἀγῶνος· οἱ δὲ ἀπὸ τοῦ συνάγεσθαι· οἳ δὲ ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών ὡς ἀείδω ἀηδών.

λαοὶ δὲ θοὰς ἐπὶ νῆας] τὸ ἑξῆς· ἕκαστοι δὲ τῶν λαῶν ἐσκίδναντο, ὥστε ἐπὶ τὰς ναῦς ἰέναι.

2. δόρποιο μέδοντο] προεν〈ο〉οῦντο, ἢ ἐφρόντιζον.

[*](B=)

ἄλλως: δόρποιο] δ〈αύ〉ορπον, μεθ᾿ ὃ ἐπὶ τὸ δαύειν ἕρπομεν, ὅ [*](B=) ἐστι κοιμᾶσθαι ἐπὶ δορῶν· ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς πόνους· ἢ δόροπόν τι ὂν τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων.

3. ὕπνου —ταρπήμεναι] τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ δὲ τὸ “μέδοντο.” [*](B=) λεληθότως δὲ δεδήλωκεν, ὅτι μέχρις ἑσπέρας παρέτεινεν ὁ ἀγών.