Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

617. κήδεα πέσσει] ἀκύρως· πῶς γὰρ ἡ λίθος “πέσσει;” καί, [*](Β-) ὡς Φιλήμων ὁ κωμικός (fr. 16 M., 101 K.)

  • ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς,
  • οὐδέποτ᾿ ἐπείσθην, οὐδὲ νῦν πεισθήσομαι
  • ὡς τοῦτ᾿ ἐγένετ᾿ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν
  • τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους
  • [*](6. ἐστί B; εἴτε ‖ Πίνδαρος ante πόλις scriptum: traieci ‖ 11. ὤκησε ‖ αὐτῷ: corr. W ‖ 15. Ἀχελήιον alt. AB ‖ 16, 17. Ἡρακλεανὸς ἦσαν τὰ ἐ.: corr. W || 18. ἐκάλεσσεν: corr. W || 21. τὲ καὶ ‖ 24. Δυ- μαῖοι coni. Bekker ‖ 29. πεισθήσομαι Eust.: πείθομαι ut B ‖ 30. ὡς τοῦτ᾿ B Eust.: ὤστ᾿ οὔτ᾿ ‖ ἐγένετο ut B ‖ 30, 31. ἐγ. καὶ κήδεα πέσσει ἀλλ᾿ ὑπὸ τῶν συμπ. καὶ τοῦ B Eust.)
    480
  • οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα
  • προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.
  • Φερεκύδης δὲ ἐν “ἡ δὲ Νιόβη ὑπὸ τοῦ ἄχεος ἀναχωρεῖ εἰς Σίπυλον καὶ ὁρᾷ τὴν πόλιν ἀνεστραμμένην ⌈καὶ⌋ Ταντάλῳ λίθον ἐπικρεμάμενον· ἀρᾶται δὲ τῷ Διὶ λίθος γενέσθαι· ῥεῖ δὲ ἐξ αὐτῆς δάκρυα καὶ πρὸς ἄρκτον ὁρᾷ.”

    [*](B=)

    618, 19. μεδώμεθα—σίτου] χαρίεις ὁ συνδειπνῶν πρὸς ἀνάκτησιν τοῦ γέροντος, καίτοι προδειπνήσας.

    [*](B=)

    619. σίτου] ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον.

    [*](A+)

    628. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον] ἰδίως χρῆται τῷ στίχῳ· καὶ γὰρ ὃ μὲν ἐκεκόρεστο, Πρίαμον δὲ οὐκ εἰκὸς ἦν εἰς κόρον δειπνεῖν.

    [*](B=)

    630. ὅσσος ἔην οἷός τε] “ὅσ〈σ〉ος” ἐπὶ μεγέθει, “οἷος” ἐπὶ κάλ〈λ〉ει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν.

    [*](B=)

    632. καὶ μῦθον ἀκούων] ἀπὸ κοινοῦ ‘ἀγαθόν.’ φησὶ γοῦν περὶ αὐτοῦ “θεόφιν μήστωρ ἀτάλαντος” (Il. 7. 366).

    [*](B=)

    635. λέξον δή με] κλῖνον, κοίμισον· ἡ γὰρ διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ.

    [*](A=B-)

    636. ὕπνῳ—ταρπώμεθα] Ἀρίσταρχος “παυσώμεθα” ἀναπαυσώ- μεθα· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα·” ἢ ἐπεὶ μετὰ ιβ΄ ἀύπνους ἡμέρας τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ.

    637. 〈οὐ γάρ πω〉 μύσαν ὅσσε] “οὐ γάρ” ὑπερβολικῶς· οὐ γὰρ ἔνδεκτον· λείπει οὖν τὸ ‘ὡς πάλαι·’ ἢ διάφορα ἦν τὰ πάλαι σώματα· καὶ Ὀδυσσεὺς κυβερνῶν τὴν σχεδίαν ιζ΄ ἡμέρας ἀγρυπνεῖ (Od. 5. 278) καὶ ἄλλας τρεῖς (ib. 388) νήχεται.

    [*](B=)

    639. κήδεα μυρία πέσσω] ὑπὸ πολλῶν κακῶν ἀναλίσκομαι.

    640. αὐλῆς ἐν χόρτοισι] Δίδυμός φησιν, ὅτι χόρτῳ ἀντὶ τειχίων ἐχρῶντο.

    [*](B-)

    648. ἐγκονέουσαι] τὸ πονεῖν Ἰακῶς κονεῖν φησιν, ὡς πόθεν κόθεν.

    [*](B-)

    650. ἐκτὸς μὲν δὴ λέξο] ἀφίστησιν αὐτὸν ἀμάρτυρον θέλων ἔχειν τὴν νυκτερινὴν παρρησίαν πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ παρῄνεσεν [*](10. ‘an κυκλικῶς χρ.’ W. κατακέχρηται A 11. δὲ Bekker: τε || 13. ἐπὶ scripsi bis: ἐν bis ‖ 23. ἔνδεκτον Bekker: ἐνίδεκτον ‖ 31. μὲν δὴ vel μέν τοι codd. Iliadis: νῦν ‖ 32. ‘an εὐκαιρίαν cf.)

    581
    αἰδεῖται γὰρ εἰσφέρειν Βρισηίδα παρόντος Πριάμου· ἢ ὑπὲρ τοῦ πολλαπλασιάσαι τὴν χάριν καὶ βεβαιῶσαι τὰς ἐπαγγελίας τῆς ἀνοχῆς, ὡς πάντων δι᾿ αὐτοῦ γινομένων· ἢ ἴσως οἶδεν Ἀγαμέμνονος τὸ πρὸς τοὺς πολεμίους σκληρόν· οἰκονομεῖται γὰρ 〈τὸ〉 νυκτὸς ἀπελθεῖν.

    657. ποσσῆμαρ μέμονας] ἅπαξ πεισθεὶς δίδωσι τὸν νεκρὸν καὶ [*](B-) τῆς κηδείας προνοεῖ δικαίως· δίχα δὲ Ἀγαμέμνονος δίδωσιν· ἄρχει γὰρ τῆς ὑπαίθρου, “ὅπῃ ἄρξειεν Ἀχιλλεύς” (Od. 3. 106). §. ὑφ᾿ ἓν τὸ “ποσσῆμαρ, ὡς “ἐννῆμαρ.” ποσὅτητος γάρ ἐστι, ἀντὶ [*](A+B=) τοῦ ποσσήμερον.

    *ποσσῆμαρ] ἐπίρρημα ποσότητος

    660. * τάφον] τὴν κηδείαν.

    663. ἀξέμεν] λείπει τὸ ὥστε. §. καὶ ἐπὶ ξύλων δὲ τὸ ἄγειν. [*](Β=) ἴσως δὲ διὰ τὰς ἡμιόνους.

    μάλα δὲ Τρῶες] Δίδυμος “μάλα γάρ” οὐ “δέ.”

    [*](A~)

    664. ἐννῆμαρ—γοάοιμεν] φιλοπενθὲς γὰρ τὸ βάρβαρον· ἢ ἅμα [*](AB-) τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται, καὶ ὅτι προπέπεισται ὡς προνοίᾳ θεῶν ἄσηπτον ἔχει τὸ σῶμα. §. “θάπτοι- [*](B=) μεν” δὲ τὸν τάφον ποιοῖμεν, ὅ ἐστι περίδειπνον.

    665. δαίνυτο] τινὲς προπερισπῶσιν ἐκ τοῦ δαινύοιτο.

    [*](Α+)

    667. εἴ περ ἀνάγκη] ὡς ἀπειρηκὸς τῷ χρόνῳ καὶ ταῖς συμφοραῖς· [*](B=) ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλλέως τῷ δέει τῶν πολεμίων.

    671. * καρπῷ] πρὸς πίστιν ἡ δεξιά.